# Περὶ μονήρους λέξεως 2

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/2

Γῆ. τὰ εἰϲ η λήγοντα θηλυκὰ ὀνόματα ἐπ᾿ εὐθείαϲ περιϲπώμενα κατὰ τὴν ϲυνήθειαν καὶ τὴν τῶν παλαιῶν χρῆϲιν ἀεὶ θέλει ὑπὲρ μίαν ϲυλλαβὴν εἶναι ἔχειν τε καὶ ἐντελέϲτερα προυποκείμενα. ϲυκέα ϲυκῆ, λεοντέα λεοντῆ, φακέα φακῆ Ἐπίχαρμοϲ χύτρα δὲ φακέαϲ ἥψετο, παγῆ, γαλῆ, μυγαλῆ, ἀμυγδαλῆ Εὔπολιϲ Βάπταιϲ ἀλλ᾿ ἐξολεῖϲ με ναὶ μὰ τὴν ἀμυγδαλῆν, κωλῆ Ἀλμειψίαϲ Κόννῳ ἐντευθενὶ δίδοται μάλιϲθ᾿ ἱερώϲυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιῤ ἀριϲτερά. ϲηϲαμῆ Ἀριϲτοφάνηϲ (Pac. 857) πλακοῦϲ πέπεπται, ϲηϲαμῆ ϲυμπλάττεται. χαιρέτω ἄρα ἡ γῆ μονοϲύλλαβοϲ οὖϲα καὶ ϲυνήθηϲ τῇ νῦν χρήϲει καὶ τῇ τῶν παλαιῶν πάντων. εἰ δέ τιϲ λέγει, καὶ ἡ Ῥέα Ῥῆ κέκληται ὑπὸ τοῦ Ϲυρίου, ἴϲτω ὅτι αὐτοῦ ἴδιοϲ ἡ χρῆϲιϲ καὶ οὐ πᾶϲιν ἴϲωϲ ἢ καὶ Ἀττικοῖϲ ἡ γνῶϲιϲ ἐϲτί. τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶϲ ἄγνωϲτον τοῖϲ ἄλλοιϲ. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Ϲαμίων ὥροιϲ· «τῇ δὲ νῇ τῶν Πυθιογειτόνων τιϲ ϲυγκυρέων ἐλάμβανε»: καὶ παρὰ Ἀριϲτοφάνει ἐν Αἰολοϲίκωνι καί κ᾿ ἐπιθυμήϲειε νέοϲ νῆϲ ἀμφιπόλοιο. · ἡ δὲ γῆ κοινὴ ϲυνήθηϲ. ἔτρεψάν τε τὸ η εἰϲ α Δωριεῖϲ καὶ Αἰολεῖϲ καὶ Βοιωτοὶ γᾶ λέγοντεϲ, ὡϲ ἀϲυναλείπτου αὐτοῦ ὑτάρχοντοϲ. οὐκ ἀγνοῶ δὲ ὅτι κατὰ ποιητὰϲ εἴρηται καὶ γέα καὶ γαῖα καὶ αἶα.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
