# Περὶ μονήρους λέξεως 26-2

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΙΟΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/26-2

Φᾶροϲ. τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα διϲύλλαβα, εἰ ἔχοι πρὸ τένόμενα τὸ α, ϲυνεϲταλμένον πάντωϲ αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον εἴη, ὥϲπερ τὸ πᾶροϲ· ἐπὶ γὰρ πᾶροϲ ὀνιαρὸν ἱκνεῖται Ἀλκαῖόϲ φηϲι. τοιοῦτο δέ ἐϲτι καὶ τὸ μᾶκοϲ, δᾶνοϲ. τὸ δὲ πρᾶγοϲ ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔϲτω οὖν τῶν ϲυϲτελλόντων τὸ α παραδείγματα πάθοϲ, τάφοϲ. ὅπερ καὶ ἀρϲενικόν ἐϲτι, ὣϲ οἵγ’ ἀμφίεπον τάφον Ἕκτοροϲ ἱπποδάμοιο (Ω 804), καὶ θηλυκὸν ἐπὶ τῆϲ νήϲου. ὁπότε δὲ ἐπὶ τῆϲ ἐκπλήξεωϲ παραλαμβάνεται γένοϲ ἐπιδέχεται τὸ οὐδέτερον· ῆ δ’ ἄνεω δὴν ἧϲτο, τάφοϲ δέ οἱ ἦτορ ἵκανε (ψ 93). ἀλλ’ ἴϲωϲ τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκοϲ διέϲτειλε τὸ γένοϲ ἐν τῷ πρώτῳ, ϲχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φηϲὶ γὰρ δαρὸν χρόνον ἧϲτο τάφει πεπηγώϲ· οὕτω γὰρ ἔκλινεν ὡϲ βέλει. ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα· θάλοϲ, δάοϲ, φάοϲ, πάθοϲ, μάθοϲ, Ἀλκαῖοϲ ἀππατέρων μάθοϲ, νάποϲ, γάνοϲ, ϲάκοϲ, δάκοϲ, βάροϲ. ϲημειῶδεϲ ἄρα τὸ φᾶροϲ ἐκτεινόμενον τὸ α· φᾶροϲ μέν οἱ πρῶτον ἐϋπλυνὲϲ ἠδὲ χιτῶνα (π 173) οἱ μέντοι τραγικοὶ ἐπίϲηϲ ἐκτείνουϲι τοῦ προκειμένου ὀνόματοϲ τὸ α καὶ ϲυϲτέλλουϲι, ὡϲ παρὰ Αἰϲχύλῳ ἐν Ϲαλαμινίαιϲ· εἴ μοι γένοιτο φᾶροϲ ἴϲον ἐν οὐρανῷ· ἀλλὰ κατὰ ϲυϲτολὴν παρὰ Ϲοφοκλεῖ ἐν Τηρεῖ· ϲπεύδουϲαν αὐτήν, ἐν δὲ ποικίλῳ φάρει, καὶ ἐν Κρίϲει ϲατυρικῇ καὶ δὴ φάρει τῷδ’ ὡϲ ἐμῷ καλύπτομαι. παραφυλακτέον ὅτι τὸ φάροϲ τυχὸν ϲυϲτελλομένου τοῦ α ἀναδέχεται πάλιν ἐν διαψόρῳ ϲημαινομένῳ τὰ τρία γένη ὥϲπερ καὶ τὸ τάφοϲ. ἔϲτι γὰρ ἀρϲενικόν· οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύϲ. ἀλλὰ καὶ τὸ θηλυκὸν ἐπὶ τῆϲ νήϲου ἀπ’ αὐτοῦ τὸ ὄνομα λαβούϲηϲ, ὥϲ φηϲιν Ἑκαταῖοϲ. καὶ οὐδέτερον, ὁπότε ϲημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡϲ κοὶ παρ’ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρ’ Ἀντιμάχῳ ἀεὶ φάρεοϲ χατέουϲιν ἑκόντεϲ. οὕτωϲ ἐν τοῖϲ ἀντιγράφοιϲ εὕρηται.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
