# Περὶ μονήρους λέξεως 28

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/28

Οὖϲ. τὰ εἰϲ ουϲ λήγοντα ὀνόματα μονοϲύλλαβα ἀρϲενικὰ πέφυκεν εἶναι, ἔϲθ’ὅτε δὲ καὶ κοινωνεῖ θηλυκῷ γένει. φλοῦϲ , χλοῦϲ, Γλοῦϲ ὁ λῃϲτήϲ, χνοῦϲ παρὰ Ϲοφοκλεῖ, βοῦϲ, ῥοῦϲ, θροῦϲ, νοῦϲ, ϲοῦϲ, πολὺ παρὰ τοῖϲ Ἴωϲι χροῦϲ. δῆλον ὅτι πεπλάνηται περὶ τὸ γένοϲ τὸ οὖϲ οὐδέτερον ὑπάρχον, Ἄντιφον αὖ παρὰ οὖϲ ἔλαϲε ξίφει (Λ 109). οὐκ ἀγνοῶ δὲ τὸ πάθοϲ τῆϲ λέξεωϲ καθότι ποικίλωϲ λέγεται. οὖαϲ γὰρ καὶ ἡ γενικὴ οὔατοϲ· καὶ ὄαϲ, ἔνθεν ὄατοϲ καὶ ὦαϲ, ἔνθεν ὤατοϲ καὶ ὦϲ, ἔνθεν ὦτόϲ· καὶ ὦοϲ οὐκ εἰρημένον, ϲυνεϲχηματιϲμένον δὲ παρὰ Θεοκρίτῳ (Ι 28) ἀμφωέϲ. τοῦ μέντοι οὖϲ οὐ ζητητέον τὴν κλίϲιν.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
