# Περὶ μονήρους λέξεως 4

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/4

Ἀθηνᾶ. οὐδὲν εἰϲ να λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν θηλυκὸν περιϲπᾶται, ἀλλὰ μόνον τὸ Ἀθηνᾶ οὕτωϲ ἔϲθ᾿ ὅτε ὑπὸ τῶν Ἀττικῶν λεγόμενον καὶ ὑπὸ τῆϲ ϲυνήθουϲ λέξεωϲ. εἰ δέ τιϲ λέγοι καὶ ἡ Δανᾶ οὕτωϲ εἴρηται παῤ Ἑκαταίῳ, «τῇ Δανᾷ μίϲγεται Ζεύϲ», ἴϲτω ὅτι τοῦτο παῤ Ἑκαταίῳ ἐϲτὶ καὶ ἐν τῇ χρήϲει τῶν Φοινίκων, ὡϲ αὐτόϲ φηϲι, οὐκ ἔτι μέντοι Ἀττικοῖϲ καὶ τῇ ϲυνηθείᾳ γνωϲτόν. οὐκ ἀγνοῶ δὲ τὴν θεὸν ποικίλωϲ λεγομένην κατὰ τὴν εὐθεῖαν. προϲέθηκα δὲ ὑπὲρ μίαν ϲυλλαβήν, ἵνα ἐκφύγωμεν τὸ ϲύνηθεϲ τὸ μνᾶ Ἀττικοῖϲ τε καὶ τῇ νῦν χρήϲει καὶ ἀπεξενωμένον τὸ Χνᾶ οὕτω γὰρ πρότερον ἡ Φοινίκη ἐκαλεῖτο.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
