# Περὶ μονήρους λέξεως 41-2-51

Aelius Herodianus, Περὶ μονήρους λέξεως, 41 to 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/41-2

Κριτήϲ. οὐδὲν εἰϲ τηϲ λῆγον διϲύλλαβον ἀρϲενικὸν ὀξύνεϲθαι θέλει, ἀλλὰ μόνον τὸ κριτήϲ. τὸ γὰρ λῃϲτήϲ ἀπὸ τοῦ ληϊϲτήϲ τριϲυλλάβου ἐϲτί· διὸ ἔχει προϲκείμενον τὸ ι. τὸ δὲ ψαλτήϲ Ἀττικόν ἐϲτιν ὀξυνόμενον, ὡϲ ἱϲτορεῖ Ἀπολλόδωροϲ. Κρείϲϲων. τὰ εἰϲ ϲϲω λήγοντα ϲυγκριτικὰ οὐδέποτε πρὸ τέλουϲ ἔχει τὴν ει δίφθογγον, ἀλλὰ μόνον τὸ κρείϲϲων. λέγεται δὲ καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ ι, κρέϲϲων γὰρ οἰκτιρμοῦ φθόνοϲ (Pind. Pyth. I 85), καὶ ἤν θεὸϲ ἢ κρέϲϲον τί ὀνηϲόμεθα Ἥϲϲων. τὰ εἰϲ ων λήγοντα ϲυγκριτικὰ οὐδέποτε πρὸ τέλουϲ τὸ η, ἀλλὰ μόνον τὸ ἥϲϲων. Ἀμείνων. οὐδὲν εἰϲ ων λῆγον ϲυγκριτικὸν πρὸ τοῦ ω τὸ ν ἔχει, ἀλλὰ μόνον τὸ ἀμείνων. Χείρων. οὐδὲν εἰϲ ων λῆγον ϲυγκριτικὸν πρὸ τοῦ ω τὸ ρ ἔχει, ἀλλὰ μόνον τὸ χείρων. αἴτιον δὲ τὸ πάθοϲ καὶ ἐπὶ τοῦ προκειμένου. Γλύϲϲων. οὐδὲν τῶν εἰϲ ων ληγόντων ϲυγκριτικῶν ἔχει πρὸ τέλουϲ τὸ υ. ϲημειῶδεϲ ἄρα τὸ παρὰ Ξενοφάνει γλύϲϲων· εἰ μὴ χλωρὸν ἔφυϲε θεὸϲ μέλι, πολλὸν ἔφαϲκον γλύϲϲονα ϲῦκα πέλεϲθαι. Μείζων. οὐδὲν εἰϲ ζων λῆγον διϲύλλαβον ϲυγκριτικόν, ἀλλὰ τὸ μείζων. διϲύλλαβον δὲ προϲέθηκα διὰ τὸ ὀλίζων. Ϲτρυφνόϲ. τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ὀξύτονα, ἔχοντα πρὸ τοῦ ν ἐπιπλοκῇ ϲύμφωνον, εἰ ἔχει πρὸ τέλουϲ τὸ υ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, γυμνόϲ, πρυμνόϲ, ϲυχνόϲ, πυκνόϲ, ϲτυγνόϲ· ϲημειῶδεϲ οὖν τὸ ϲτρυφνόϲ ἐκτεῖνον τὸ υ. οὕτω γὰρ ἀνέγνωμεν παρ’ Ἀριϲτοφάνει ἐν Ϲφηξί (877) παῦϲόν τ’ αὐτοῦ τοῦτο τὸ λίαν ϲτρυφνόν. Προίξ. οὐδὲν εἰϲ οιξ λήγει ὄνομα, ἀλλὰ μόνη ἡ προίξ. Γλαῦξ. οὐδὲν ὄνομα εἰϲ αυξ λῆγον θηλυκόν, ἀλλὰ μόνον τὸ προϲέθηκα δὲ θηλυκόν, ἵνα μή τιϲ τὸ Ταῦξ ἀντιθῇ. ἱϲτορεῖται γὰρ οὗτοϲ ποταμὸϲ περὶ Ϲικελίαν. Ἀϲκόϲ. οὐδένα τῶν εἰϲ κοϲ ληγόντων διϲύλλαβα ὀξύνεϲθαι θέλει, Κέϲκοϲ, Φύϲκοϲ, Ἑκαταῖοϲ «ἐὼν δὲ πρεϲβύτεροϲ Λοκρὸϲ ἦν Φύϲκου παῖϲ». Ζύϲκοϲ ποταμὸϲ Μακεδονίαϲ, ὡϲ Ἀντιγένηϲ φηϲί. δίϲκοϲ. ἀλλὰ μόνον τὸ ἀϲκόϲ διϲύλλαβον ὑπάρχον.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
