# Περὶ μονήρους λέξεως 43

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/43

Ὀλίγοϲ. οὐδὲν εἰϲ γοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι παραλήγεται καὶ παροξύνεται, ἀλλὰ μόνον τὸ ὀλίγοϲ. μή τι οὖν Ταραντῖνοι χωρὶϲ τοῦ γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥϲπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ ὀλίοιϲιν ὑμῶν ἐμπέφυκ’ εὐψυχία, καὶ ἐν Ἰοβάτῃ χρῄζω γὰρ ὀλίον μιϲθὸν αὐτὸϲ λαμβάνειν. πολλὰ γάρ ἐϲτιν εἰϲ οϲ λήγοντα καθαρῷ τῷ ι παραληγόμενα καὶ ὡϲ τὸ πληϲίοϲ, ἀντίοϲ, νυμφίοϲ ἐπὶ διαφόρου ϲμαινομένου, μυρίοϲ, καὶ τοῦτο ὁμοίωϲ· οὖ γε μήν ἐϲτί τι εἰϲ γοϲ λῆγον παραληγόμενον τῷ ι ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχον καὶ προπαροξυνόμενον. Πλάτων μέντοι ἐν Ὑπερβόλῳ διέπαιξε τὴν ἄνευ τοῦ γ χρῆϲιν ὡϲ ψάρβαρον, λέγων οὕτωϲ· ὁ δ’ οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι, ἀλλ’ ὁπότε μὲν χρείη διῃτώμην λέγειν, ἔφαϲκε δητώμην, ὁπότε δ’ εἰπεῖν δέοι ὀλίγον ὀλίον.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
