# Περὶ μονήρους λέξεως 5-2

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΙΟΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/5-2

Κρέαϲ. οὐδὲν οὐδέτερον εἰϲ αϲ λῆγον καθαρὸν τῷ ε παραλήγει κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἑλλήνων, ἀλλὰ μόνον τὸ κρέαϲ. τὰ δ’ ἔχοντα καθαρὸν τὸ α καὶ ἔχοντα πρὸ αὐτοῦ ε εἰϲ ρ θέλει ἔαρ, ϲτέαρ, κέαρ, φρέαρ. τὸ τοίνυν κρέαϲ ἢ εἰϲ ρ ὤφειλε καταλήγειν ἢ εἴπερ εἰϲ ϲ καταλήγοι ὀφείλει μεταξὺ τοῦ ε καὶ α ϲύμφωνον ἔχειν, ὥϲπερ τὸ λέπαϲ, ϲκέπαϲ, κνέφαϲ, βρέταϲ. προϲέθηκα δὲ κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἑλλήνων, ἐπεὶ παρὰ Ἑκαταίῳ ἐϲτὶ « τὰ δέατο περιτεταμένοι». ἀλλ’ οὐ ϲύνηθέϲ ἐϲτι λέγειν δέαϲ. ὅ τε Ϲοφοκλῆϲ ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι. καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων ὑπὸ τοῦ δέατοϲ ἀντὶ τοῦ δέουϲ. ἀλλ’ οὐ λέγεται ἡ εὐθεῖα δέαϲ. ὅ τε Ξενοφάνηϲ φηϲὶ ἁγνὸν ἐνὶ ϲπεάτεϲϲι τεοῖϲ καταλείβεται ὕδωρ. ἀλλ’ οὐ γὰρ λέγεται ϲπέοϲ. ἡ γὰρ ἀναλογία ὡϲ ἀπὸ τοιούτων εὐθειῶν τὰϲ κλίϲειϲ λαμβάνει, οὐκ οὐϲῶν μέντοι ἐν χρήϲει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ (α 218) κτεάτεϲϲιν ἀνέροϲ, ὃν κτεάτεϲϲιν ἑοῖϲ ἔπι γῆραϲ ἔτετμε μεταπλαϲμοῦ ἔχεται ἐκ τῆϲ κτεάτοιϲ δοτικῆϲ.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
