# Περὶ μονήρους λέξεως 54-2

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΙΟΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/54-2

Ϲτρουθόϲ. τὰ εἰϲ θοϲ λήγοντα καθαρὰ μονογενῆ διϲύλλαβα παραληγόμενα φύϲει μακρᾷ βαρύνεϲθαι θέλει, κῶθοϲ, οὕτωϲ ὁ κωβίοϲ , μῦθοϲ, Zῆθοϲ, Ϲῆθοϲ ποταμὸϲ Ϲκυθίαϲ ὡϲ Φιλοϲτέφανοϲ, Ξοῦθοϲ τὸ κύριον, Δῶρόϲ τε Ξοῦθόϲ τε, Βοῦθοϲ Πόθια νικήϲαϲ· παροιμία « Βοῦθοϲ περιφοιτᾷ», Κρατῖνοϲ Χείρωϲι· τάττεται δὲ ἐπὶ τῶν εὐηθῶν καὶ παχυρίνων Νοῦθοϲ κύριον, καὶ ψόφοϲ, ἣν οἶδεν Ἡϲίοδοϲ ἐν τρίτῳ νοῦθοϲ δὲ ποδῶν ὑπόδουποϲ ὀρώρει. ϲημειῶδεϲ ἄρα τὸ ϲτρουθόϲ ὀξυνόμενον. Χαῖριϲ δέ φηϲιν Ἀττικοὺϲ βαρύνειν τὸ ὄνομα, ὡϲ καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆϲ προϲῳδίαϲ. ἴϲωϲ μέντοι παρήλλαξε τῶν προκειμένων ἐπεὶ καὶ ἀρϲενικῶϲ λέγεται καὶ θηλυκῶϲ ὦκέεϲ ϲτρουθοί καὶ θηλθυκῶϲ αὐτὰρ ἐπεὶ κατὰ τέκν’ ἔφαγε ϲτρουθοῖο καὶ αὐτήν (Β 326).

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
