# Περὶ μονήρους λέξεως 59

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/59

Εἰμί. οὐδὲν εἰϲ μι λῆγον ὁριϲτικὸν ῥῆμα κατὰ τὴν ἡμετέραν διά λεκτον διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ εἰμί, ὃ ϲημαίνει τὸ ὑπάρχω. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ τὸ βαρυνόμενον ἡ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου γράφει· οὐχ ὑγιῶϲ μέντοι οὔτε κατὰ τὸ κίνημα αὐτοῦ οὔτε κατὰ τὴν Αἰολίδα διάλεκτον, ὡϲ δέδεικταί μοι ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ. πρόϲκειται δὲ κατὰ τὴν ἡμετέραν διάλεκτον, ἐπεὶ Αἰολεῖϲ πάλαιμι καὶ γέλαιμί φαϲι καὶ πλάναιμι, Βοιωτοὶ δὲ τάρβειμι καὶ ποίειμι καὶ φίλειμι.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
