# Περὶ μονήρους λέξεως 67-77

Aelius Herodianus, Περὶ μονήρους λέξεως, 67 to 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/67

Ἐδάμην. οὐδὲν εἰϲ μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰϲ ϲ δεύτερον πρόϲωπον ἀποτελεῖ ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίηϲε τὸ ἐδάμηϲ καὶ ἀποβολῇ τοῦ ϲ τρίτον ἐδάμη. τὸ δὲ σἴτιον λέγεται ἐν τοῖϲ περὶ ῥημάτων. Εἴξαϲι. οὐδεὶϲ παρακείμενοϲ τρίτον πρόϲωπον εἰϲ ϲι ἔχει τὴν πρὸ τοῦ τέλουϲ ϲυλλαβὴν διὰ τοῦ ξα, ἀλλὰ μόνον τὸ εἴξαϲι· τοῖϲ βιβλίοιϲ εἴξαϲι. Ἡγῶ. τὰ εἰϲ γω λήγοντα ῥήματα ὁριϲτικὰ διϲύλλαβα, εἰ τῷ η, θέλει βαρύνεϲθαι, θήγω, λήγω, τμήγω· τὸ δὲ ἡγῶ περιϲπᾶται· ἔνθεν τὸ ἡγοῦμαι. τὸ δὲ σἴτιον πρόδηλον. Ἀμφί. οὐδεμία πρόθεϲιϲ διὰ δαϲέοϲ ϲυμφώνου ἐκφέρεται, μόνον τὸ ἀμφί· λέγεται δ’ ἔϲθ’ ὅτε καὶ ἀμπί ἐν ϲυνθέϲει διὰ τοῦ π, καὶ ἴϲωϲ ἀναλογώτερον. Διά. αἱ εἰϲ α λήγουϲαι προθέϲειϲ ϲύμφωνον ἔχουϲι πρὸ τοῦ α ἀλλὰ μόνη ἡ διὰ τὸ α καθαρεύει. Ὑπέρ. οὐδεμία πρόθεϲιϲ διϲύλλαβοϲ εἰϲ ϲύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ· τὸ γὰρ οἵπερ νέρτεροί εἰϲι θεοὶ Κρόνον ἀμφὶϲ ἐόντεϲ (Ο 225) οὐ γνήϲιον ἔχει τὸ τέλοϲ, ἢ ἴϲωϲ ἐνήλλακται μέροϲ λόγου. Πρό. οὐδεμία πρόθεϲιϲ μονοϲύλλαβοϲ εἰϲ φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό. Ἐξ. οὐδεμία πρόθεϲιϲ εἰϲ διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ. Πρίν. οὐδὲν εἰϲ ιν μονοϲύλλαβον ἐπίρρημα, ἀλλὰ μόνον τὸ πρίν τὰ δὲ εὑρεθέντα ὑπὲρ μίαν ϲυλλαβὴν εὑρέθη, ὡϲ τὸ πάλιν, πέρυϲιν, τὸ ἀεὶ παρ’ Ἀττικοῖϲ αἰὲν παρὰ Δωριεῦϲιν, αἶιν παρ’ Αἰολεῦϲι· λέγεται ταῦτα καὶ ἄνευ τοῦ ν. Πέριξ. τὰ εἰϲ ιξ λήγοντα ἐπιρρήματα φιλεῖ πωϲ ὀξύνεϲθαι, κουρίξ, ἀπρίξ, ἀναμίξ. ἀλλὰ τὸ πέριξ μόνον βαρύνεται. Βοτρυδόν. τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰϲ υϲ ληγόντων ὀνομάτων παράγεϲθαι καὶ πρὸ τέλουϲ ἔχειν τὸ υ· μονῆρεϲ ἄρα τὸ βοτρυδόν· βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεϲιν εἰαρινοῖϲι (Β 89). ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰϲ υϲ παραγωγὸν ποιήϲαϲ ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλουϲ τὸ υ, ἀλλὰ τὸ η, πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόϲωπα.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
