# Περὶ μονήρους λέξεως 8-2-11

Aelius Herodianus, Περὶ μονήρους λέξεως, 8 to 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/8-2

Ἀγαυόϲ. οὐδὲν εἰϲ οϲ λῆγον καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενον τῇ αυ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἀγαυόϲ. Χθών. τὰ εἰϲ ων μονοϲύλλαβα φιλεῖ ἀρϲενικὰ εἶναι καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ, πρών, Χών τὸ ἐθνικόν, κλών, Θων εἴτε Θῶνοϲ εἴτε Θῶντοϲ. ἀλλὰ μόνον τὸ χθών θηλυκόν ἐϲτι καὶ διήλλαξε κατὰ τὴν κλίϲιν. Δομήν. τὰ εἰϲ μην λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ γενικῇ τὸ η εἰϲ ἕ τρέπει, ποιμένοϲ, λιμένοϲ, πυθμένοϲ, ἀλλὰ μόνον τὸ Δομήν ἐφύλαξε τὸ η. Δαμῆνοϲ γὰρ ἐπιγράφεται Ἀγρολικά. ἴϲωϲ δὲ ἐπεὶ κύριόν ἐϲτι παραλλαγὴν ἐποιήϲατο. τὸ δὲ Ἀλλαμήν παραιτοῦμαι· οὐ γὰρ γνήϲιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον. Ἰχώρ. οὐδὲν εἰϲ ωρ λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαί θέλει, ἀλλὰ πάντα βαρύνεϲθαι ῥήτωρ, κλήτωρ, ἵϲτωρ, Ἑκτωρ,πέλωρ, κέλωρ, ἄκτωρ, Ϲπέρχωρ, Ἀννίχωρ, ἄχωρ, (ἀναΰζωρ). ἡ δὲ ἱϲτορία τῶν ὀνομάτων εἴρηταί μοι ἐν δευτέρῳ περὶ καθολικῆϲ προϲῳδίαϲ. ϲημειῶδεϲ ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον εἴρηται ἐν τῷ περὶ. καθολικῆϲ προϲῳδίαϲ.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
