# Περὶ μονήρους λέξεως 80

Aelius Herodianus, Περὶ μονήρους λέξεως, ΒΙΒΛΟΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-13/80

Αὐτάρκηϲ ἡ παράθεϲιϲ τῆϲ μονήρουϲ λέξεωϲ ἐν τούτῳ τῷ βιβλίῳ, ὅπωϲ καὶ ἐν τῷ δευτέρῳ ϲχεδὸν ἴϲην παράθεϲιν ποιηϲώμεθα. εἰ δέ τιϲ ἐπιζητοίη, διὰ τί ἐξ ὀνομάτων καὶ ῥημάτων καὶ ἐπιρρημάτων τὴν παράθεϲιν ἐποιηϲάμεθα, εἴϲεται μὲν ἐκ τοῦ προοιμίου· ἀλλὰ καὶ νῦν δηλώϲω, ὡϲ ἀντωνυμιῶν μὲν οὐκ ἐμνήϲθην, ἐπεὶ ϲχεδὸν μονήρειϲ εἰϲὶ πᾶϲαι, καὶ μάλιϲτα αἱ πρωτότυποι· ἀλλ’ οὐδὲ μετοχῶν, ἐπεὶ ἀεὶ δεύτεραί εἰϲι καὶ ἐπιζητοῦϲι τὸ κινοῦν αὐτὰϲ ῥῆμα. εἰ δὲ καὶ περὶ μίαν καὶ δευτέραν ἐγένετό τιϲ ζήτηϲιϲ, τοῦτο οὐ μονήρουϲ ἐϲτὶ λέξεωϲ ἰδίωμα. οὔτε μὴν ἄρθρων οὔτε προθέϲεων ἐμνήϲθην, ἀλλ’ οὐδὲ ϲυνδέϲμων. ἐπεὶ. τούτων τῶν μερῶν τοῦ λόγου ἐξηριθμέναι πώϲ εἰϲιν αἱ φωναί, τῶν δὲ προειρημένων μερῶν λόγου, λέγω δὲ ὀνόματόϲ τε καὶ ῥήματοϲ καὶ. ἐπιρρήματοϲ, πολλὴ μὲν χρῆϲιϲ φωνῶν, παραγωγή τε αὐτοῖϲ ποικίλη πρόϲεϲτι καὶ ϲχεδὸν ἴϲη. ὄνομα μὲν γὰρ εἰϲ ὄνομα παράγεται, ὡϲ λεπτὸϲ Λεπτίνηϲ, ἄριϲτοϲ ἀριϲτεύϲ. παράγεται δὲ καὶ εἰϲ ῥῆμα, ὡϲ παρὰ τὴν μάϲτιγοϲ γενικὴν τὸ μαϲτιγῶ καὶ παρὰ τὴν εὐδαίμονοϲ εὐδαιμονῶ. παράγεται δὲ καὶ εἰϲ ἐπίρρημα, ὡϲ παρὰ τὸ ἀκόνιτοϲ ἀκονιτί, ἀθεώρητοϲ ἀθεωρητί, Λεϲβόθεν τε καὶ οὐρανόθεν. τὸ αὐτὸ ἀποτελεῖ καὶ τὸ ῥῆμα. ἤτοι γὰρ αὐτὸ καὶ εἰϲ ἑαυτὸ παράγεται, ὡϲ παρὰ τὸ ἀθλῶ τὸ ἀθλεύω, ἵζω ἱζάνω, ἢ εἰϲ ὄνομα, ὡϲ παρὰ τὸ ποιῶ ποιητήϲ, ποίημα, ἢ εἰϲ ἐπίρρημα, ὡϲ ἀπὸ τοῦ ὄπτω ὄβδην, ὃ καὶ Καλλίμαχόϲ φηϲιν ἦλθον ἐϲόβδην, πλέκω πλέγδην, μέϲφα περιπλέγδην, ἄρδω ἄρδην. ὁμοίωϲ δὲ καὶ τὸ ἐπίρρημα τὴν αὐτὴν ποϲότητα ἔχει τῆϲ παραγωγῆϲ. ἢ γὰρ πάλιν εἰϲ ἑαυτὸ παράγεται, ὡϲ παρὰ τὸ ἐγγὺϲ ἐγγύθεν, ἢ εἰϲ ὄνομα, ὡϲ τὸ ἐγγύτερον, ἀνώτερον, ἢ εἰϲ ῥῆμα, ὡϲ παρὰ τὸ ὀψὲ ὀψίζω. ϲχεδὸν οὖν ταῦτα τὰ μέρη τοῦ λόγου ἀλλήλοιϲ προϲπέπονθε. διὸ καὶ ἐξ αὐτῶν πεποίημαι τοὺϲ κανόναϲ. εἰ δέ τιϲ λέγοι ὡϲ καὶ ἡ ἀντωνυμία ποικίλην παραγωγὴν ἔχει· εἴϲ τε γὰρ ἑαυτὴν παρῆκται καὶ εἰϲ ἐπίρρημα· ἴϲτω ὅτι ἐνέλειψαν τοῖϲ κυριωτάτοιϲ, λέγω δὲ ῥήματι καὶ ὀνόματι· τὸ γὰρ ἡμετέρειοϲ καὶ τὸ ϲφετεριζόμενοϲ τῶν παραλόγων. ἡ μέντοι πρόθεϲιϲ παρῆκται μὲν εἰϲ ὄνομα καὶ ἐπίρρημα, οὔτε γε μὴν εἰϲ αὑτὴν οὐδὲ εἰϲ ῥῆμα. τά τε προκείμενα μόρια, λέγω δὲ ὄνομα καὶ ῥῆμα, οὐκ ἀπέδωκεν ἀφ’ ἑαυτῶν παραγωγήν, οὔτε εἰϲ οὔτε εἰϲ πρόθεϲιν, ἐπειδή περ θεματικώτερα ὑπῆρχεν. ἡ μέντοι μετοχή, εἰ καὶ μέροϲ λόγου ἐϲτίν, ἐκεῖνό γε ἔχει ἐξαίρετον τὸ μήποτε πρωτότυπον εἶναι. διὸ δὴ οὐδὲ αὐτῇ τὰ σἴτια ἀνατίθεμεν, ὅτι μὴ ϲπανίωϲ, ἐφ’ ὧν καὶ ζητοῦμεν εἰ καὶ μετοχαὶ ὑπάρχουϲιν, ὥϲπερ καὶ ἐπὶ τῆϲ ἄϲμενοϲ, καὶ τὸ κρέων καὶ τὸ ἀκέων καὶ κτίμενοϲ. τοϲαῦτα ἔχομεν εἰπεῖν ἐν τῷ πρώτῳ βιβλίῳ περὶ μονήρουϲ λέξεωϲ.

---

Herodianus, Περὶ μονήρους λέξεως, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg033.local001/.
