# Περὶ παθῶν 100

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/100

100. Ep. Cr. I 277, 7: μέγαρον ἔλαβε καὶ τὴν εἰϲ oc κατάληξιν καὶ εἴρηται μέγαροϲ· γίνεται γὰρ τὰ εἰϲ ον οὐδέτερα καὶ εἰϲ oc ὤϲπερ τὸ θύον θύοϲ «καὶ μὲν τοὺϲ θυέεϲϲι » (I 499) ὡϲ ἀπὸ τοῦ θύοϲ ὡϲ βελέεϲϲιν· καὶ θρίον δρίοϲ καὶ κρίνον κρίνοϲ. ἔνθεν καὶ κρίνεϲι παρ’ Ἀριϲτοφάνει καὶ παρὰ Ποϲειδίππῳ τὸ τῆϲ ἐλαίαϲ δένδρον» καὶ πάλιν παρ’ Ἀριϲτοφάνει «τὰ δὲ δὴ δένδρη τἀν τοῖϲ ὄρεϲιν » καὶ τὸ πύον πύοϲ λέγεται καὶ ἡ χρῆϲιϲ παρὰ τῷ Ἱπποκράτει· οὕτωϲ οὖν καὶ μέγαρον μέγαροϲ. ζητεῖται τὸ παρὰ τῷ Ϲώφρονι «κύων πρὸ μεγαρέων μέγα ὑλακτέων » (fr. 37 Ahr.) οὐ γὰρ ἐπὶ τῆϲ πόλεωϲ τὰ Μέγαρα ὁ Μεγαρεύϲ καὶ οἱ Μεγαρεῖϲ τῶν Μεγαρέων, ἀλλ’ ἀντὶ τοῦ πρὸ σἴκων· καὶ γὰρ δῆλον ὅτι πρὸ οἴκων ὑλακτοῦϲιν οἱ κύνεϲ. ἔϲτιν οὖν ἀπὸ τοῦ μέγαροϲ μεγάρεοϲ ὡϲ βέλεοϲ καὶ ὡϲ βελέων οὕτωϲ μεγαρέων. τὸ γὰρ ἐπὶ τοῦ οἱ Μεγαρεῖϲ τῶν Μεγαρέων ο διαιρεῖται ὡϲ τοῦτο.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
