# Περὶ παθῶν 110

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/110

110. E. M. 263, 48: Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται, ὥϲ φηϲιν ὁ τεχνικόϲ. οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ ῆ μετὰ τοῦ ι καὶ χωρίϲ. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, λέγει, ὅτι ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω. καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ’ εὐφημιϲμὸν ἔλεγον πάντεϲ «δήειϲ» τουτέϲτιν εὑρήϲειϲ. ἢ ἐπεὶ αὕτη ἐφεῦρε τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ι, λέγεται, ὅτι γέγονε παρὰ τὸ δαίω τὶ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰϲ η. καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτι· ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα. τινὲϲ δέ φαϲιν, ὡϲ λέγει ὁ τεχνικόϲ, ὅτι ὑποκοριϲτικόν ἐϲτιν ἀπὸ τοῦ Δημήτηρ Δηώ, ἀγνοοῦντεϲ τὸν ϲχηματιϲμὸν τῶν τοιούτων ὑποκοριϲτικῶν. τὰ γὰρ τοιαῦτα ὑποκοριϲτικὰ θέλει φυλάττειν τὸ ϲύμφωνον τῆϲ δευτέραϲ ϲυλλαβῆϲ τῶν ἰδίων πρωτοτύπων οἷον Ὑψιπύλη Ὑψώ, Εἰδοθέα Εἰδώ. εἰ οὖν Δημήτηρ, Δημώ ὤφειλεν εἶναι, ἀλλ’ οὐκ ἔϲτιν ὑποκοριϲτικόν.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
