# Περὶ παθῶν 120

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/120

120. E.M.506, 20, E. Gud. 316, 39: Κέρκυροϲ. τοῦτο, εἰ τὸ Κέρκυρ οὐκ εἴρηται, οὐ πρόκειται ἡμῖν, εἰ ἄρα δύναται γενέϲθαι. ἀλλὰ τί εἰρήκαϲιν Ἕλληνεϲ, Ἀλκμάν φηϲι «καὶ Κέρκυροϲ ἁγεῖται» (Bergk fr. 89) ἀπὸ εὐθείαϲ τῆϲ Κέρκυρ. τοῦτο δέ φαϲι γεγονέναι ἀπὸ τῆϲ Κέρκυροϲ εὐθείαϲ κατὰ ἀποκοπήν. ἀλλ’ οὐκ εἴρηται ἡ Κέρκυροϲ εὐθεῖα. οὐκ ἄρα ἔχεται ἀποκοπῆϲ τὸ Κέρκυρ. ἀλλὰ κλίϲεώϲ ἐϲτι μᾶλλον ἡ Κέρκυροϲ γενική, οὐ μεταπλαϲμόϲ, εἴπερ εὐθεῖα Κέρκυρ εἴρηται ὡϲ τὸ ψίθυρ, μάρτυρ, ἀλλὰ μὴν οὐδὲ Ἴλλυρ εἴρηται, ἀλλὰ τὸ Ἴλλυραϲ μεταπέπλαϲται κατὰ τὴν αὐτὴν πτῶϲιν· ὥϲτε ταῦτα μεταπλαϲμὸϲ Ἴλλυραϲ τοὺϲ Ἰλλυριούϲ καὶ Κέρκυραϲ Κερκυραίουϲ. οὐ γὰρ εἴρηται οὔτε ἡ εὐθεῖα οὔτε ἡ γενικὴ οὔτε ἡ δοτική. ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶϲιν μεταπέπλαϲται· εἴρηται δὲ ψίθυρ καὶ μάρτυρ, ἀφ᾿ ὧν ἡ κλίϲιϲ. οὕτωϲ Ἡρωδιανόϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
