# Περὶ παθῶν 146c

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 146c. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/146c

146c. Choer. 463, 17: αἱ πλεονάϲαϲαι δοτικαὶ πληθυντικαὶ τῷ α παροξύνονται οἷον πατρί πατράϲιν, θυγατρί θυγατράϲιν, ἀνδρί ἀνδράϲιν, υἷι ὑιάϲιν. ἔϲτι γὰρ ὑϊϲ ὕϊοϲ ὕϊιι καὶ κατὰ ϲυναίρεϲιν τοῦ υ καὶ ι εἰϲ τὴν υ δίφθογγον υἷι· καὶ ἐπειδὴ τοῦ ϲ προϲερχομένου ἀϲυνταξία ἤμελλε γενέϲθαι (οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται ἐπιφερόμενον οἷον μυῖα ἅρπυια, υἱόϲ) τούτου χάριν ἐπλεόναϲε τὸ α καὶ γέγονεν υἱάϲιν. γμαι τέτευκται τετεύχαται· εἰ δὲ τὸ ϲ ᾖ, τρέπεται εἰϲ ϲύμφωνον τοῦ μέϲου παρακειμένου καὶ τοῦ δευτέρου ἀορίϲτου ὡϲ ἀπὸ τοῦ ἔρραϲμαι ἔρραϲται καὶ ἐρράδαται «αἵματι ἐρράδαται τοῖχοι» ( Od. υ 354) καὶ ἐρείδω ἤρειϲται ἠρείδαται καὶ Ἀττικῶϲ ἐρηρέδαται «λᾶε δὲ τοῦ ἑκάτερθε ἐρηρέδαται δύο λευκώ» (ψ 322) καὶ παρὰ τὸ πείθω πέπειϲται πεπείθαται. εἰ δὲ ἀμετάβολον ῇ πρὸ τοῦ τ, τοῦτο φυλάττεται ἐξ ἀνάγκηϲ ὡϲ παρὰ τὸ ἀγείρω ἤγερκα Ἀττικῶϲ ἀγήγερται καὶ Ἰακῇ παραγωγῇ ἀγηγέραται καὶ ὁ ὑπερϲυντελικὸϲ ἀγηγέρατο καὶ ϲτέλλω ἔϲταλκα ἔϲταλται ἐϲτάλαται καὶ παρὰ τὸ κλίνω κέκλινται κεκλίναται, εἰ ὅλωϲ γίνεται Ἰωνικὸϲ παρακείμενοϲ, ἐπὶ τούτων γὰρ οὐκ ἐφάνηϲαν οἱ Ἴωνεϲ ποιήϲαντεϲ τρίτα πληθυντικά, οὐδὲ γὰρ λέγουϲι κεκάραται καὶ τετίλαται. τὸ δὲ κέκλιται παρὰ τῷ Δημοκρίτῳ χωρὶϲ τοῦ ν κατὰ τὴν πλάνην τοῦ Ὁμηρικοῦ, ὥϲ φηϲιν Ἡρωδιανόϲ, κεκλίαται «κεκλίαται χώρηϲ ὀλίγον ἔτι μοῖραν ἔχοντεϲ » ( Π 68), οἱ γὰρ καθαρεύοντεϲ παρακείμενοι τὸ α μόνον προϲλαμβάνουϲι κατὰ τὸ τρίτον πρόϲωπον τῶν ἑνικῶν, καὶ εἰ μὲν μακρῷ παραλήγεται, ϲυϲτέλλουϲι ταύτην καὶ οὕτω ποιοῦϲι τὸ Ἰωνικὸν ὡϲ πεποίηται πεποιέαται εἴρυται εἰρύαται· οὕτωϲ ἀπὸ τοῦ κλείω γίνεται κέκλειται καὶ ϲυϲτολῇ τῆϲ ει διφθόγγου «αἵ θ’ ἁλὶ κεκλίαται ( Od. δ 608) « ἠέρι δ’ ἔγχοϲ ἐκέκλιτο καὶ ταχέ’ ἵππω» (Ε 356) ἀντὶ τοῦ ἐκεκάλυπτο περιεκέκλειϲτο καὶ περιέκειτο. οὐκ ἄρα ἀπὸ τοῦ κλίνω, ἀλλ’ ἀπὸ τοῦ κλείω κλείϲω ὁ παρακείμενοϲ κέκλειμαι χωρὶϲ τοῦ ϲ — οὐδέποτε γὰρ μετὰ τοῦ ϲ τοῦτο λέγουϲιν οἱ Ἕλληνεϲ — ἐλλείψει τοῦ ε κέκλιμαι. οὕτω καὶ τὸ «ϲτήλῃ κεκλιμένοϲ» ἀντὶ τοῦ ὑπὸ ϲτήληϲ περιεχόμενοϲ καὶ τὴν ἐπὶ τοῦ τάφου ϲτήλην περιβεβλημένοϲ ἀντὶ ἀϲπίδοϲ, τοιοῦτον καὶ τὸ «λίμνῃ κεκλιμένοϲ Κηφιϲίδι » (Ιl.Ε 709). ἔλλειψιϲ ἄρα τοῦ ἑ ὥϲπερ καὶ ἀπὸ τοῦ κλείϲω κλείϲ δικλείϲ καὶ δικλίϲ οἷον « κύϲϲε δ’ἑόν τε λέχοϲ καὶ δικλίδαϲ ἀμφοτερωθεν » (Apollon.lV 26)καὶ «δικλίδεϲ ὑψηλαί» (Ιl. Μ 455). τοῦ Ἡρωδιανοῦ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
