# Περὶ παθῶν 166

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/166

166. Ep.Hon.239,1, E.M.507,15: ἀρνῶν ἐκ κεφαλέων (Γ 273): ὁ κανών· οἱ Αἰολεῖϲ διὰ τοῦ αων κεφαλάων, οἱ δὲ Δωριεῖϲ διὰ τοῦ εων κεφαλέων· ὁ δὲ Ζηνόδοτοϲ γράφει «ἀρνέων ἐκ κεφαλέων» ὡϲ κτητικὸν τὸ ἀρνέων λαβών· κακῶϲ δέ· κανὼν γάρ ἐϲτιν ὁ λέγων, τὸ κτητικὸν ἐπὶ τῶν ϲωματικῶν μερῶν λαμβανόμενον κατὰ τεθνηκότοϲ θέλει παραλαμβάνεϲθαι οἷον βοεία κεφαλή ἡ τεθνηκότοϲ, καὶ ἀνθρώπειοϲ πούϲ ὁ τοῦ τετελευτηκότοϲ· οὐ γὰρ ἐπὶ ζώντων εἴποι τιϲ ἄν· διὸ καὶ μέμφονται Ζηνοδότῳ, ἐπειδὴ τὸ « ἀρνέων ἐκ κεφαλέων » ἀνεγίνωϲκεν ἀρνέων κτητικόν· κτητικῇ γὰρ φωνῇ ἐχρήϲατο ὡϲ ἐπὶ ζώντων

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
