# Περὶ παθῶν 220

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 220. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/220

220. E. Gud. 285, 16, Ep. Cr. 208 et 216. ἴφθιμοϲ. τινὲϲ μὲν λέγουϲιν, ὅτι ϲύνθετόν ἐϲτι παρὰ τὸ ἶρι καὶ τὸ θυμόϲ ἰφίθυμοϲ καὶ. κατὰ ϲυγκοπὴν καὶ τροπὴν τοῦ ῦ εἰϲ ι ὡϲ Ἀφροδύτη Ἀφροδίτη ἴφθιμοϲ· ἀλλ’ εἰ ἦν ϲύνθετον, ὤφειλεν εἶναι κοινὸν τῷ γένει. τὰ γὰρ ϲύνθετα ἐπιθετικά ἐϲτι κοινὰ τῷ γένει, χωρὶϲ εἰ μὴ μηδὲν πλέον ϲημαίνει τοῦ ἁπλοῦ οἷον ὁ πάνϲοφοϲ καὶ ἡ πάνϲοφοϲ, ὁ φιλόϲοφοϲ καὶ ἡ φιλόϲοφοϲ, ὁ ἄοικοϲ καὶ ἡ ἄοικοϲ· πρόϲκειται εἰ μὴ μηδὲν πλέον ϲημαίνει τοῦ ἁπλοῦ » διὰ τὸ ἐναντίοϲ ἐναντία, ἐναλίγκιοϲ ἐναλιγκία, ἐναντίβιοϲ ἐναντιβία. τὸ μέντοι ἴφθιμοϲ ἔχει θηλυκὸν κἰφθίμη ἄλοχοϲ Διομήδεοϲ » (Ε 415)· οὐκ ἄρα ἐϲτὶ ϲύνθετον. ὁ δὲ έλευκοϲ λέγει περὶ τοῦ ἴφθιμοϲ πλεοναϲμὸν εἰναι τοῦ θ ὥϲπερ παρὰ τὸ φέγγοϲ φέγγεϲθαι καὶ φθέγγεϲθαι παρὰ τὸ εἰϲ φῶϲ προάγειν τὸν λόγον· ὥϲπερ γὰρ παρὰ τὸ πρωΐ γίνεται πρώϊμοϲ καὶ ὀψέ ὄψιμοϲ, οὕτωϲ καὶ παρὰ τὸ ἶφι ἴφιμοϲ καὶ πλεοναϲμῷ τοῦ θ ἴφθιμοϲ· καὶ ἡμεῖϲ ϲυγκατατιθέμεθα τῷ Ϲελεύκῳ· ἡ γὰρ διὰ τοῦ ιμοϲ αὕτη παραγωγὴ ποικίλην ἔχει τὴν γένεϲιν, καὶ γὰρ ἀπὸ ἀρϲενικοῦ νόμοϲ νόμιμοϲ, ἀπὸ θηλυκοῦ ἀλκή ἄλκιμοϲ, ἀπὸ οὐδετέρων κῦδοϲ κύδιμοϲ, ἀπὸ ἐπιρρημάτων ὀψέ ὄψιμοϲ, πρωὶ πρώϊμοϲ καὶ ἀπὸ τοῦ βρί ὄβριμοϲ φκαὶ ἀπὸ ἐνεϲτώτων προϲδόκιμοϲ, καὶ ἀπὸ μελλόντων φοιτήϲιμοϲ· ἀπὸ προθέϲεωϲ οὐδέποτε· ϲημειῶδεϲ τὸ «καὶ Πέριμον Μεγάδην» (Π 695) εἰ μὴ ἄρα καὶ τοῦτο ἀπὸ ἐνεϲτῶτοϲ ὡϲ παρὰ τὸ ὠφελῶ ὠφέλιμοϲ, περῶ πέριμοϲ καὶ οὕτωϲ ἂν φυλαξαίμεθα τὴν ἀπὸ τῆϲ προθέϲεωϲ παραγωγήν. τὰ δὲ διὰ τοῦ ιμοϲ παραγωγὰ. ὑπὲρ δύο ϲυλλαβὰϲ ϲυνεϲταλμένον ἔχει τὸ ῑ, τὸ δὲ φθιμοϲ ἐκτείνει τὸ πρὸ τέλουϲ ι.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
