# Περὶ παθῶν 256

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 256. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/256

256. E.M. 423, 7: ἠϊόειϲ ὁ καλὰϲ ἠιόναϲ ἔχων οἱον ἐπὶ ἤόεντι Ϲκαμάνδρῳ» (Ε 63) τουτέϲτι ἐπὶ τῷ αἰγιαλοὺϲ καὶ ὄχθαϲ ἔχοντι ποταμῷ· παρὰ τῆϲ ἠϊόνοϲ γενικῆϲ γίνεται ἠϊονόειϲ καὶ κατὰ ϲυγκοπὴν ἠιόειϲ· γίνεται γὰρ καὶ ἀπὸ τῆϲ εἰϲ οϲ γενικῆϲ ὡϲ ὕδατοϲ ὑδατόειϲ ὑδατόεϲϲα. ἢ παρὰ τὰ ἄνθη γίνεται (παρὰ γὰρ τοῖϲ ποταμοῖϲ ἄνθη εἰϲί· καὶ γὰρ ἰονοβόϲτρυχοϲ εἴρηται)· ὥϲπερ θύοϲ θυόειϲ «θυόεν νέφοϲ» (0 153), οὕτω καὶ παρὰ τὸ ἴον γίνεται ἰόειϲ καὶ πλεοναϲμῷ τοῦ η ὡϲ ἠείδει γίνεται ἠϊόειϲ ὁ ἱα ἔχων Ϲκάμανδροϲ, ἁρμόζει γὰρ ἐπὶ ποταμοῦ. πρὸϲ διάφορα οὖν ϲημαινόμενα ἢ ϲυγκοπὴ ἢ πλεοναϲμόϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
