# Περὶ παθῶν 262

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 262. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/262

262. Thoogn. 81,23. Τὰ παρὰ βαρύτονον ἐνεϲτῶτα ϲυγκείμενα, εἰ μὲν ὁ ἐνεϲτὼϲ εἶη διϲύλλαβοϲ, τοῦ τρίτου ἀποβάλλει τὸ ι καὶ οὕτωϲ ποιεῖ τὴν ϲύνθεϲιν οἶον φέρω φέρειϲ φέρει φερέοικοϲ, Ἑχεκράτηϲ, Μενέλαοϲ, χαιρέκακοϲ· εἰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονοϲ, ἐκκόπτει μίαν ϲυλλαβήν, ὅπωϲ ἀναλογοίη τοῖϲ διϲυλλάβοιϲ οἶον γανόω γανύειϲ γανύει Γανυμήδηϲ, τανύω τανύειϲ τανύει τανύπεπλοϲ, ἰθαίνω ἰθαίνειϲ ἰθαίνει Ἰθαιμένηϲ ὁ ἰθαινόθυμοϲ, ἰθαιγενήϲ, μιαίνω μιαίνειϲ μιαίνει μιαιφόνοϲ· τὸ δὲ ἀλέξω ἐν τῷ ἀλεξίκακοϲ ἀλεξιφάρμακον οὐκ ἀποβαλὸν ϲυλλαβὴν οὐκ ἀντίκειταί οὐ γὰρ βαρύτονον κυρίωϲ. ὁ γὰρ ἀλεξήϲω μέλλων δείκνυϲι τὸν ἐνεϲτῶτα περιϲπώμενον, εἰ καὶ Ἀττικῶϲ βεβάρυνται ὡϲ καὶ τὸ αὔξω ἕψω, ὥϲτε οὐκ ἀπὸ βαρυτόνου, ἀλλ’ ἀπὸ περιϲπωμένου εἰναι τὴν ϲύνθεϲιν. ϲημειοῦται τὸ ἐθελόκακοϲ ἐθελόϲυχνοϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
