# Περὶ παθῶν 264

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 264. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/264

264. E. M. 299, 23: εἰλίπουϲ· φηϲὶν ὁ Ἡρωδιανὸϲ ὅτ, εἴτε ἀπὸ τοῦ εἰλῶ γέγονεν ἢ ἀπὸ τοῦ εἱλίϲϲω εἰλίπουϲ διὰ τοῦ ι· τὰ γὰρ εἰϲ ω λήγοντα τριϲύλλαβα μίαν ϲυλλαβὴν ϲυγκόπτουϲιν ἐν τῇ ϲυνθέϲει οἱον μιαίνω μιαιφόνοϲ, τανύω τανύπεπλοϲ, οὕτωϲ οὖν καὶ εἱλίϲϲω εἰλίπουϲ· ϲημειοῦται παρὰ τῷ Κράτητι τὸ ἐθελόϲυχνοϲ ἀπὸ τοῦ ἐθέλω· ϲημαίνει δὲ τὸν θέλοντα ϲυχνάζειν τὸ δὲ ἀλεξίκακοϲ καὶ ἀλεξιφάρμακοϲ ἀπὸ περιϲπωμένου γέγονεν· εἰ δέ ἐϲτιν ἀπὸ τοῦ εἰλῶ, εὐλόγωϲ πάλιν διὰ τοῦ ι τὰ γὰρ ἀπὸ περιϲπωμένου γινόμενα ὀνόματα ἢ διὰ τοῦ ο γίνε- ται ὡϲ μιϲῶ μιϲογύνηϲ, φιλῶ φιλόπονοϲ ἢ διὰ τοῦ ι οἰδῶ Οἰδίπουϲ, εἰλῶ εἰλίπουϲ. τὸ οὖν Ἡγέϲτρατοϲ καὶ Ἡγέλοχοϲ διὰ ε γινόμενα ὡϲ ἀπὸ βαρυτόνου εἰϲὶν ὡϲ μένω Μενέλαοϲ, εἴγε τὰ εἰϲ γω διϲύλλαβα τῷ η παραληγόμενα βαρύνεται θήγω· τούτῳ τῷ κανόνι καὶ τὸ ἡγῶ, ἐξ οὗ ἡγοῦμαι, ὤφειλεν βαρύνεϲθαι, ἀλλὰ περιϲπᾶται· ἔϲτιν οὑν Ἡγέλοχοϲ ὡϲ ἀπὸ βαρυτόνου γενόμενον ὡϲ καὶ τὸ ἡγεμών καὶ ἡγέμαχοϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
