# Περὶ παθῶν 287b

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 287b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/287b

287b. Choer. Dict. 596, 27 : ἑϲτηκα ὁ μέϲοϲ παρακείμενοϲ καὶ ὤφειλεν εἶναι ὁ μέϲοϲ ὑπερϲυντέλικοϲ ἑϲτήκειν, ῖνα ϲυνάρξηται τῷ μέϲῳ παρακειμένῳ, ἀλλ’ ἐγένετο εἱϲτήκειν διὰ τῆϲ ἑι διφθόγγου διὰ τὴν τοιαύτην ἰτίαν ἔϲτιν ὁ ἐνεϲτὼϲ τοῦ ἕϲτηκα ἑϲτήκω, ἐξ οὖ τὸ ἑϲτήξω ἑϲτήξειν «ω ἑϲτήξειν δὲ τὸ τεῖχοϲ ἐπ’ ἀρχαίοιϲι θεμέθλοιϲ» παρὰ Καλλιμάχῳ ἐν Πμνοιϲ (in Apollin. I5). τούτου, φημὶ δὴ τοῦ ἑϲτήκω ἐνε ϲτῶτοϲ, δεύτερον καὶ τρίτον πρόϲωπον ἑϲτήκειϲ ἑϲτήκει διὰ τοῦ ἤμελλε ϲυμπεϲεῖν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ προϲώπου τοῦ ἑϲτήκειν ὑπερϲυντελίκου· ἱνα μὴ οὖν ϲυνεμπέϲῃ ὁ ὑπερϲυντέλικοϲ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον τῷ δευτέρῳ καὶ τρίτῳ προϲώπῳ τοῦ ἐνεϲτῶτοϲ, τούτου χάριν προϲλαμβάνει τὸ ι καὶ γίνεται εἱϲτήκειν εἱϲτήκειϲ εἱϲτήκει διὰ τῆϲ ει διφθόγγου.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
