# Περὶ παθῶν 290

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 290. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/290

290. An. Ox. I 370, 4, Par. III 344,18, E. Gud. 456, 1, E.M. 668, 20, Eustath. 101, 5: Πειρίθοοϲ: διὰ τῆϲ εἰ διφθόγγου, ὅττι ὁ ζεὺϲ ὁμοιωθεὶϲ Τππῳ περιέτρεχε μητέρα τούτου Δῖαν καὶ οὕτωϲ ϲυνεγένετο αὐτῇ καὶ ἐκεῖθεν οὖτοϲ ἐτέχθη· παρὰ οὖν τὸ περιθέειν γέγονε Περίθοοϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ῑ Πειρίθοοϲ. ἄλλωϲ τε ἐπειδὴ οἱ Δωριεῖϲ ηρίθουϲ λέγουϲι διὰ τοῦ η ἔθοϲ δὲ ἔχουϲι τὴν εἰ δίφθογγον εἰϲ η τρέπειν ὡϲ πολλάκιϲ εἴρηται οον πλείων πλήων καὶ μείων μήων. ἰϲτέον δὲ ὅτι κατὰ δύο τρόπουϲ τοῦτο ἡμάρτηται· πρῶτον μὲν ὅτι ἀπὸ πλεοναϲμοῦ ἔχει τὸ ι οὐδέποτε δὲ ἡ περί πρόθεϲιϲ πλεονάζει τὸ ι δεύτερον δὲ ὅτι διὰ τοῦ η γράφεται παρὰ τοῖϲ Δωριεῦϲιν· οὐδέποτε δὲ οἱ Δωριεῖϲ τρέπουϲι τὴν ει δίφθογγον εἰϲ τὴν η τὴν ἔχουϲαν ἀπὸ πλεοναϲμοῦ τὸ ι οἶον τὸ ξένοϲ ξεῖνοϲ λεγόμενον οὐ λέγουϲι διὰ τοῦ ῆ ξῆνοϲ· εἰ οὖν τὸ Ποιρίθοοϲ ἀπὸ πλεοναϲμοῦἔχει τὸ ι, δῆλον ὅτι παραλόγωϲ παρὰ τοῖϲ Δωριεῦϲι διὰ τοῦ η γράφεται.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
