# Περὶ παθῶν 340

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 340. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/340

340. E M. 638, 54: οὖαϲ ϲημαίνει τὸ οὖϲ. παρὰ τὸ αὕω τὸ φωνῶ γίνεται αὐαϲ· καὶ τροπῇ τοῦ α εἰϲ ο οὖαϲ, τὸ τῆϲ φωνῆϲ ἀντιληπτικὸν αἰϲθητήριον. κλίνεται οὔατοϲ ὡϲ δέραϲ δέρατοϲ· ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῦ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὤϲ. τὸ δὲ ἀμφῶεϲ νεοτευχὲϲ παρὰ Θεοκρίτῳ (Ι 28) γίνεται οὕτωϲ· ὡϲ παρὰ τὸ οὖδαϲ γίνεται τὸ οὖδοϲ καὶ παρὰ τὸ γῆραϲ γῆροϲ καὶ παρὰ τὸ κῶαϲ κῶοϲ, οὕτω καὶ παρὰ τὸ ὦαϲ ὦοϲ. εἶτα πάλιν .ὥϲπερ παρὰ τὸ εἰδὸϲ εὐειδήϲ, γένοϲ εὐγενήϲ, οὕτω καὶ παρὰ τὸ ὦοϲ γίνεται ἀμφωήϲ. ἀπὸ γὰρ τῶν εἰϲ αϲ οὐ γίνεται ϲύνθετον εἰϲ ηϲ, ἀλλὰ ἀπὸ τῶν εἰϲ οϲ. περὶ ταθῶν.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
