# Περὶ παθῶν 356

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 356. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/356

356. Ep. Cr. I 378 25. πολυδίψιον (Δ 171): τὸ δ ἐπλεόναϲεν ἐνταῦθα, ὅπερ ἀγνοήϲαντέϲ τινεϲ ἱϲτορίαν ἀναπλάττουϲιν, ὅτι Ἥναχοϲ οὐκ ἔϲχεν ὕδωρ καὶ ἐξηράνθηϲαν αἱ πηγαί· ἀλλὰ τὸ πολυβλαβὲϲ μᾶλλον δηλοῖ· καὶ ἔϲτι πλεοναϲμὸϲ τοῦ δ· τοιοῦτο δ’ ὁρᾶται καὶ ἐπὶ τοῦ Ἑκηβελέταο· ἀγνοοῦντεϲ γὰρ πλεοναϲμὸν εἰναι τῆϲ τη ϲυλλαβῆϲ ἀναπλάϲϲουϲι τὰ περὶ τὸν δράκοντα, ὃν ἑκατὸν ἰοῖϲ ἐπάταξεν· οὐκ ἔϲτ δὲ οὕτωϲ, ἀλλ’ ὃν λέγουϲιν Ἑκάεργον Ἑκηβόλον, ἐν πλεοναϲμῷ εἶπεν Ἑκατηβόλον ὡϲ ἔτυμοϲ ἐτήτυμοϲ. ὁμοίωϲ δὲ κἀκεῖνο ἐπλάνηϲε «θάνατοϲ δέ τοι ἐξ ἁλὸϲ αὐτῷ » (λ 134) ἐπεὶ γὰρ ἡ ἐξ καὶ τὴν ἀπό τινοϲ ϲχέϲιν ϲημαίνει, ἐκ Κρήτηϲ, ἐκ Ῥόδου, οὕτω καὶ τὸ ἐξ ἁλόϲ παραλαμβάνοντεϲ ἀνέπλαϲαν τὸ κέντρον καὶ τὴν τρυγόνα. Δημήτριοϲ δὲ ἐπὶ τοῦ πολυδίψιον τὸν δέ ϲύνδεϲμον ἐδέξατο καὶ κατὰ ὑπέρθεϲιν ἐλάμβανε, ὅπερ ϲπάνιόν ἐϲτι, «καί κεν ἐλέγχιϲτοϲ πολυδίψιον Ἄργοϲ ἱκοίμην», ἵν’ ῇ Ἄργοϲ δέ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
