# Περὶ παθῶν 372a

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 372a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/372a

372a. Ep. Cr. 431, 2: φθιϲίμβροτοϲ: παρὰ τὸν μέλλοντα. φθίϲω· οἱ δὲ μέλλοντεϲ διὰ τοῦ ι τὴν ϲύνθεϲιν λαμβάνουϲιν, ὅθεν τὸ φθιϲίμβροτοϲ, τερψίμβροτοϲ, Πειϲίϲτρατοϲ, ὅθεν καὶ ἑλκεϲίπεπλοϲ καὶ ἀλφεϲίβοιαι· οὐκ ἐχυρὸν δὲ τοῦτο λέγειν ἐπὶ πάντων τὸ γὰρ Περϲεφόνη ἔχει τὸ ϲ, ἀλλὰ δύναται πλεοναμὸϲ εἰναι τοῦ ϲ καὶ τὸ ὀρϲοθύρη ἔχει. τὸ ο, ἀλλὰ δύναται παρὰ τὸν ἐνεϲτῶτα τὸν ὄρϲω καὶ τὸ περϲέπολιϲ δύναται Δώριον εἰναι παρὰ ἐνεϲτῶτα περθέπολιϲ. καθόλου δὲ τὰ παρὰ τὸ βροτόϲ προϲλαμβάνει τὸ μ ἐν τῇ ϲυνθέϲει, τερψίμβροτοϲ, Ϲτηϲίμβροτοϲ· ἀφείλετο γὰρ ἐν τῷ βροτόϲ τὸ μ. παρὰ γὰρ τὸ μείρω μορτόϲ, ὑπερθέϲει μροτόϲ, ἐπενθέϲει τοῦ β μβροτόϲ. διὰ δὲ τὸ μὴ δύναϲθαι ϲυϲτῆναι μῆ διὰ τὴν ἀϲυνταξίαν, ἐξέϲτη τὸ μ. ὅτε οὖν ϲυντίθεται, ἀπεδόθη. δύναται γὰρ προηγεῖϲθαι τὸ μ τοῦ β ἐν διαϲτάϲει, οὐκέτι δὲ κατὰ ϲύλληψιν· ἕν παραιτούμεθα τὸ «ἀϲπίδοϲ ἀμφιβρότηϲ (Β 389) διὰ τὴν κακοφωνίαν.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
