# Περὶ παθῶν 418

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 418. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/418

418. Ep. Cr. I 252: κεχαρηότα: οὐκ ἀπὸ τοῦ χαίρω, τούτου γὰρ δ παρακείμενοϲ κέχαρκα καὶ ὁ μέϲοϲ κέχηρα, οὔτε ἀπὸ τοῦ χαίρω χαιρήϲω. καὶ τούτου γὰρ ὁ παρακείμενοϲ κεχαιρηκώϲ· ἀλλὰ κρεῖττον λέγειν, ὅτι ἀπὸ τοῦ χαρῶ, ὅπερ γίνεται καθ’ ὑποϲτολὴν τοῦ ι τούτου ὁ παρακείμενοϲ κεχάρηκα ὡϲ ἀπὸ τοῦ βαρῶ βεβάρηκα, ἡ μετοχὴ κεχαρηκώϲ ὡϲ βεβαρηκώϲ, ἡ αἰτιατικὴ κεχαρηκότα ὑφέϲει τοῦ κ κεχαρηότα· τούτῳ δὲ τῷ χαρῶ ϲυνεχῶϲ κέχρηνται οἱ παλαιοί « ϲὺ δ’ οὖν ἐπειδὴ τοῦτο κεχάρηκαϲ ποιῶν » Ἀριϲτοφάνηϲ Ϲφηξίν (v. 764) ὡϲ οὖν ἀπὸ τοῦ βεβαρηκότα ὑφέϲεωϲ γινομένηϲ γίνεται βεβαρηότα, ἀφ’ οὖ κο δ’ ἦλλθον ονῳ βεβαρηότεϲ υlεϲ Ἀχαιῶν» (γ 139), τετληκώϲ τετληκότι ὑφέϲει τοῦ κ κτετληότι θυμῷ (δ 447) πέπτηκα πεπτηκώϲ κπεπτηὡϲ γὰρ ἔκειτο » (χ 362), οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ κεχαρηκότα ὕφεϲιϲ ἐγένετο τοῦ κ. Ἰϲτέον δὲ ὅτι ἔc’ ὅτε κατὰ τὴν ὕφεϲιν τοῦ κ ϲυϲτολὴ ἐπηκολούθηϲεν, ἑϲτηκότοϲ κἑϲταότοϲ μὲν καλὸν ἀκούειν» (Ι 79) καὶ τῇ ὑφέϲει τοῦ κ ϲυϲτολὴ γίνεται τοῦ η ϲυϲτελλομένου εἴτε εἰϲ τὸ α εἴτε, εἰϲ τὸ ε· εἰϲ μὲν τὸ α οἷον βεβηκώϲ βεβηώϲ καὶ βεβαώϲ — τοῦ δὲ ἑϲταώϲ οὐκ οἶδε τὴν χρῆϲιν. περὶ πάθουϲ. εἰϲ δὲ ε ἑϲτηκώϲ ἑϲτηώϲ ἑϲτεώϲ κἑϲτεότα χ’ αὑτοῦ » διὰ τοῦ τεθνηκώϲ τεθνηώϲ τεθνεώϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
