# Περὶ παθῶν 41b

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 41b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/41b

41b. Τὰ διὰ τοῦ οινη ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ ν τὴν ο δίφθογγον οὐκ εἰϲὶν γνήϲια· τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνοϲ γενικὴν πεποιημένον τροπὴν ἔϲχε τοῦ ω εἰϲ τὴν οι δίφθογγον· τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔϲχε τοῦ ω εἰϲ τὴν οι δίφθογγον. ὤφειλε γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰϲ η λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ τὸ αὐτὸ ϲύμφωνον ἢ ἀντίϲτοιχον, τῷ ω μεγάλῳ παραλήγεται· ὁ δὲ λόγοϲ ἐπὶ τριϲυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίωϲ ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή. οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ ϲύμφωνον ἢ καὶ ἀντίϲτοιχον ἔχει ἐν τῇ

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
