# Περὶ παθῶν 424a

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 424a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/424a

424a. Ι. Pr. Λ 454: ἐρύουϲι: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεϲτὼϲ χρόνοϲ ἀντὶ μέλλοντοϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Ἀλεξίων περιϲπᾷ οὐκ εὖ, ἐπεί, φηϲίν, ἐν τῷ ἑξῆϲ ϲτίχῳ ὁ μέλλων παρελήφθη περιϲπώμενοϲ· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦϲί με δῖοι Ἀχαιοί ». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεϲιϲ τοῦ ϲ Ἀττικὴ οὖϲα καὶ περιϲπῶϲα τοὺϲ μέλλονταϲ διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι ϲυνεϲταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ τόνδε δ’ ἐγὼ κομιῶ» ( Od. o 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεϲθαι ταύτηϲ τῆϲ φύϲεωϲ, ἀλλ’ ἔϲτιν ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. τὸ προϲτακτικὸν φάο «ἔποϲ φάο μήδ’ ἐπίκευθε » (π 168). ἔϲτιν οὖν μέμνημαι μέμνηται μέμνηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ μέμνηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ μέμνεαι καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ α εἰϲ η μέμνῃ ὥϲπερ βέλεα βέλη καὶ μένει τὸ ι προϲγεγραμμένον· καὶ πάλιν ἐϲτὶ δύναμαι δύναται δύναϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ δύναι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ ἤ τροπῇ τοῦ α εἰϲ δύνεαι καὶ. κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ ῃ δύνῃ καὶ μένει τὸ ι προϲγεγραμμένον· καὶ πάλιν ἐϲτὶ κάθημαι κάθηται κάθηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ κάθηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ κάθεαι καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ ἡ κάθῃ καὶ μένει τὸ ι προϲγεγραμμένον.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
