Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.438
Not analysed yet
Choer. 386, 3. ἐπειδὴ τὰ εἰϲ αϲ λήγοντα οὐδέτερα πεφύκαϲι πολλάκιϲ. γενέϲθαι καὶ εἰϲ οϲ οἷον δέραϲ δέροϲ, κῶαϲ κῶοϲ, γῆραϲ γῆροϲ, τὰ δὲ εἰϲ οc οὐδέτερα διὰ καθαροῦ τοῦ οϲ κλίνονται οἷον βέλοϲ βέλεοϲ, τεῖχοϲ τείχεοϲ, εἰκότωϲ καὶ ταῦτα τὰ εἰϲ αϲ οὐδέτερα ἔϲχον ἀφορμήν, ὡϲ γινόμενα καὶ εἰϲ οϲ, τοῦ ἔχειν διὰ καθαροῦ τοῦ οϲ τὴν γενικήν καὶ τούτου χάριν ἀποβάλλουϲι τὸ τ οἱ Ἴωνεϲ οἷον κρέατοϲ κρέαοϲ, γήρατοϲ γήραοϲ, κέρατοϲ κέραοϲ.