Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.441
Not analysed yet
441. E. M. 582, 43: μέλλιχοϲ: κακῶϲ λέγουϲιν οἱ λέγοντεϲ μέλλιχοϲ γίνεϲθαι παρὰ τὸ μείλιχοϲ ὡϲ κείρω κέρρω, ὡϲ λέγει ὁ Ἡρωδιανόϲ, ὅτι οὐδέποτε οἱ Αἰολεῖϲ ἐπὶ τοῦ πλεοναϲμοῦ τοῦ ι ἀναδιπλαϲιάζουϲι τὰ ϲύμφωνα οἶον τὸ κενή γίνεται κεινή καὶ οὐ γίνεται παρ’ αὐτοῦ κέννη· τὸ γὰρ ξέννοϲ οὐκ ἀπὸ τοῦ ξεῖνοϲ, ἀλλ’ ἀπὸ τοῦ ξένοϲ ἐϲτίν· ἐπὶ γὰρ τῶν βραχειῶν ϲυλλαβῶν ποιοῦϲιν τοῦ ϲυμφώνου ἀναδιπλαϲιαϲμὸν οἷον θεράπων θεράπων, ἔνη ἔννη, ἔϲτι καὶ ὄνομα πόλεωϲ.