# Περὶ παθῶν 437.458.1

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.458.1

458. Ep. Cr. I 323, 27: ὅττι: «ὅττι τοι ἐν μεγάροιϲι κακόν τ’ ἀγαθόν τε τέτυκται (δ 392). τὸ ὅτι πῇ μὲν ϲύνδεϲμοϲ αἰτιολογικόϲ, πῇ δὲ ὄνομα. καὶ τοῦτο διάφορον· ἤτοι γὰρ ἓν μέροϲ λόγου νοούμενον ἢ ἐν δύο λέξεϲι λαμβανόμενον· πῇ μὲν γὰρ ἀκόλουθον τῷ ὅϲτιϲ, ἐξ οὐ καὶ θηλυκὸν γίνεται ἥτιϲ καὶ οὐδέτερον ὅτι· καὶ ὡϲ ἐν τῷ ὅϲτιϲ δύο λέξειϲ, οὕτω καὶ τὸ ὅτι· ποτὲ δὲ ἓν μέροϲ λόγου· τοῖϲ γὰρ πύϲμαϲιν εἴωθεν προϲέρχεϲθαι ἀναφορικὸν μόριον τὸ ο, ποῖοϲ ὁποῖοϲ, πόϲοϲ ὁπόϲοϲ. τοῦτον τὸν τρόπον τὸ τίϲ γίνεται κατὰ ἀναφορὰν ὅτιϲ ἐν μιᾷ λέξει καὶ ἀνεδόθη ὁ τόνοϲ· τὰ γὰρ πύϲματα βαρύνεϲθαι θέλει ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα· οὐκ ἀντίκειται τὸ ποδαπόϲ· τὰ γὰρ διὰ τοῦ δαποϲ ἅπαντα ὀξύνονται, παντοδαπόϲ, τηλεδαπόϲ, ἀλλοδαπόϲ, ἡμεδαπόϲ. ἔνθεν καὶ τὸ ποδαπόϲ ἠκολούθηϲε τῷ χαρακτῆρι· ἀλλ’ οὐδὲ τὸ ποϲαχῶϲ ἀντίκειται· καὶ γὰρ τὰ διὰ τοῦ αχωϲ ἐπιρρήματα περιϲπᾶται, ἑξαχῶϲ, ἑπταχῶϲ· τούτῳ τῷ λόγῳ καὶ τὸ ποϲαχῶϲ περιεϲπάϲθη. ἐπεὶ δὲ τὸ ἀναφορικὸν ο φυλάϲϲεται κατὰ πᾶν γένοϲ, ὁποῖοϲ καὶ ὁποία καὶ ὁποῖον, κεκοινώνηκε τὸ ὅτιϲ καὶ ἐν τῷ θηλυκῷ· τούτου γὰρ τὸ θηλυκὸν ὅτιϲ καὶ τὸ οὐδέτερον ὅτι τὸ γὰρ τίϲ φύϲει κοινὸν ἀρϲενικοῦ καὶ θηλυκοῦ. ἰϲτέον ὅτι ἐὰν φθάϲῃ γενέϲθαι ἀναδιπλαϲιαϲμὸϲ τοῦ ὅττι, ἐν μιᾷ λέξει ἐϲτὶ τὸ ὄνομα καὶ οὔτε τῷ ϲυνδέϲμῳ ϲυμπίπτει οὔτε τῷ ἑτέρῳ ὀνόματι τῷ ὅτι τῷ ἐν δύο λέξεϲι νοουμένῳ. καὶ εἰ μέν ἐϲτιν ὅτι δι’ ἑνὸϲ τ, ἀμφιβάλλεται, ἕτε ἓν μέροϲ λόγου εἴτε δύο εἰ δὲ ὅττι διὰ δύο ττ, ἐπίκριϲίϲ ἐϲτι τοῦ ἑνὸϲ ὀνόματοϲ. ἐπὶ γὰρ τῶν πυϲμάτων γίνεται διπλαϲιαϲμὸϲ τοῦ ϲυμφώνου κατὰ ἀναφορὰν γινομένων, πῶϲ ὅππωϲ, ποῖοϲ ὁπποῖοϲ ὁπποίη « ὁπποίηϲ δ’ ἐπὶ νηὸϲ ἀφίκετο» (α 171), οὕτωϲ τί καὶ ὅτι καὶ ὅττι ἓν ἄρα μέροϲ λόγου. διὰ τί τὰ πυϲματικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα οἶον πηνίκα, ὅταν ἀναφορικὰ γένηται, τὸν αὐτὸν τόνον φυλάϲϲει οἶον ὁπηνίκα, τὰ δὲ μονοϲύλλαβα ἀνοβιβάζει; ἐπειδὴ τὰ μονοϲύλλαβα οὐκ εἶχε τὸν τόνον φυϲικόν. τὰ γὰρ πύϲματα βαρύνεϲθαι θέλει, χαρακτῆροϲ μὴ ἀντικειμένου, ὡϲ εἴπομεν διὰ τὸ ποδαπόϲ καὶ ποϲαχῶϲ, ποῖοϲ, πόϲοϲ, πηνίκα· τὰ δὲ μονοϲύλλαβα οὐκ ἠδύνατο βαρύνεϲθαι, ἐκώλυε γὰρ ἡ μονοϲυλλαβία ὅταν οὖν προϲλάβῃ τὸ ἀναφορικὸν ο καὶ γένηται ὑπὲρ μίαν ϲυλλαβήν, ἀναλαμβάνει τὸν ὀφειλόμενον τόνον καὶ βαρύνεται οἷον ποῦ, ὃ καὶ πῇ λέγεται, καὶ πῶϲ ταῦτα οὐ φυϲικῶϲ περιεϲπάϲθη, ἀλλὰ κατ’ ἀνάγκην. οὐ γὰρ ἠδύνατο βαρύνεϲθαι μονοϲύλλαβα ὄντα· ἀναγκαίωϲ ἄρα περιϲπᾶται καὶ δυνάμει διὰ τῆϲ περιϲπωμένηϲ βαρύνεται· ἐὰν οὖν προϲέλθῃ τὸ ο καὶ ϲχῇ τὴν ποϲότητα τῆϲ βαρείαϲ, ἀναλαμβάνει καὶ τὴν βαρεῖαν ὅπωϲ· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τίϲ· τοῦτο γὰρ βαρύνεϲθαι μὲν οὐ δύναται διὰ τὴν μονοϲυλλαβίαν οὐδὲ περιϲπᾶται διὰ τὴν βραχεῖαν κατάληξιν· ἀναγκαίωϲ ἄρα ὀξύνεται· ὅταν δὲ γένηται μετὰ τοῦ ο, ἀποδίδοται αὐτῷ ἡ βαρεῖα καὶ ἀναδίδοται ὁ τόνοϲ· οὐ μὴν ἐπὶ τοῦ ϲυνδέϲμου οὐδ’ ἐπὶ τοῦ ἑτέρου ὀνόματοϲ. ὁ γὰρ κανὼν ἐπὶ τῶν ἔχόντων ἀναφορικὸν τὸ ο μόριον. Τινὲϲ δὲ ψιλοῦϲι τὸ ὅττι καὶ τὰ λοιπά, Αἰολικὸν ἀναδιπλαϲιαϲμὸν οἰόμενοι εἷναι· διὰ τοῦτο δὲ καὶ ἀναπέμπουϲι τοὺϲ τόνουϲ. ἀλλ’ οὐκ ἔϲτιν ὁ διπλαϲιαϲμὸϲ ἐπὶ τούτων Αἰολικόϲ, ἀλλ’ ἴδιοϲ αὐτῶν τῶν ἀναφορικῶν. εἴπωμεν οὖν, ποίων ϲυμφώνων γίνονται παρ’ ἡμῖν διπλαϲιαϲμοὶ καὶ τίνων παρ’ Αἰολεῦϲι· παρ’ ἡμῖν τοίνυν τῶν ψιλῶν ἀναδιπλαϲιαϲμοὶ γίνονται, τοῦ π ἐν τῷ πάπποϲ, ἵπποϲ, τοῦ τ ἐν τῷ κόττοϲ, τοῦ κ ἐν τῷ μίκκοϲ· ἐπὶ δὲ τῶν ἀμεταβόλων Ὕλλοϲ, κόμμο, θύννοϲ, ὄρροϲ, πυρρόϲ καὶ τοῦ ϲ κιϲϲόϲ καὶ τοῦ γ φθόγγοϲ. εἴ που δὲ ποιητικῶϲ καὶ διὰ τοῦ δ ἄδδην. παρ’ Αἰολεῦϲι δὲ τῶν ἀμεταβόλων γίνεται, ἀγείρω ἀγέρρω, ἐγείνατο ἐγέννατο, ϲτειλάμεναι ϲτελλόμεναι, εἰμα ἕμμα καὶ τοῦ ϲ τοϲοῦτον τοϲϲοῦτον. ἄλλου δὲ ϲυμφώνου παρ’ αὐτοῖϲ οὐ γίνεται, ἔνθεν ϲημειούμεθα τὸ «πεφύγγων». οὐ γὰρ εἰώθαϲιν αὐτοὶ τὸ γ διπλαϲιάζειν· ἐὰν οὖν ἕτερον διπλαϲιαϲμὸν παρ’ αὐτοῖϲ εὕρῃϲ, τῷ κοινῷ ἐχρήϲαντο καὶ οὐκ ἰδίωϲ ἐποίηϲαν. εἰ οὖν παρακολουθεῖ τοῖϲ ἀναφορικοῖϲ τὸ διπλαϲιάζεϲθαι, κοινὸν καὶ οὐ τῆϲ διαλέκτου ἐϲτίν, οἷον ποῖοϲ ὁπποῖοϲ, πόϲοϲ ὁππόϲοϲ, ὅϲοϲ ὅϲϲοϲ. κακῶϲ ἐκεῖνοι ψιλοῦϲιν. —οὐ ϲύνδεϲμοϲ οὖν τὸ ὅττι ἐνταῦθα οὐδὲ ὄνομα ἐν δυϲὶ λέξεϲιν, ἀλλ’ ἐν μιᾷ. ὁ γὰρ διπλαϲιαϲμὸϲ ἀναφορικὸν τοῦτο ἐξηγεῖται, τὸ δὲ ἀναφορικὸν τὸ ἓν ὄνομα δεικνύει ὡϲ τὸ ὁποῖοϲ. ἄλλοι δὲ ἐπὶ τῶν προκειμένων ἡγοῦνται τὸ ο ἄρθρον εἶναι· κωλύει δὲ καὶ τὸ τοῦ ϲημαινομένου καὶ τὸ τῆϲ φωνῆϲ· εἰ γὰρ κατὰ παράθεϲιν τὸ ο ὡϲ ἄρθρον κατὰ παράθεϲιν, πῶϲ φυλάϲϲεται καὶ ἐπὶ τοῦ θηλυκοῦ καὶ οὐδετέρου ὁποῖοϲ ὁποία ὁποῖον· ἐχρῆν γὰρ ἐπὶ τοῦ θηλυκοῦ τὸ η, ἐπὶ τοῦ οὐδετέρου τὸ το πῶϲ δὲ καὶ οὐκ ἀνεδόθη ὁ τόνοϲ; τὰ γὰρ εἰϲ οϲ περιϲπώμενα ἀναδίδονται κατὰ ϲύνθεϲιν, δοῦλοϲ ϲύνδουλοϲ, κοῦροϲ ἐπίκουροϲ· εἰ οὖν ποῖοϲ, ὤφειλεν, εἰ ὁ κατὰ ϲύνθεϲιν ἦν, προπαροξύνεϲθαι ὅποιοϲ. εἰ δὲ οὐ προπαροξύνεται, οὐ ϲυντέθειται· ἀλλ’ οὐδὲ ἄρθρον ποτὲ μετὰ πύϲματοϲ ϲυντάϲϲεται. ἐναντίον γὰρ ἄρθρον πύϲματι· τὸ μὲν γὰρ πύϲμα ἀγνοεῖ, τὸ δὲ ἄρθρον ἀναφέρει τὸ προεγνωϲμένον. ἔϲτιν οὖν τὸ ο μόριον προϲιὸν τοῖϲ πύϲμαϲιν.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
