Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.464d
Not analysed yet
464d. Choer. Dict. 754, 27: ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ τί τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνονται· ἰϲτέον ὅτι ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἡρωδιανὸϲ κατὰ δύο τρόπουϲ· φηϲὶ γὰρ ὅτι τὰ ἀπαρέμφατα τοῦ β′ ἀορίϲτου εἴωθεν ὁ ποιητὴϲ κατὰ διάλυϲιν προφέρειν οἷον φαγεῖν φαγέειν, πεϲεῖν πεϲέειν, ἰδεῖν ἰδέειν ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυϲιν. τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν.