Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.466d
Not analysed yet
466d. II. Pr. K 466: δέελον. ταὐτόν ἐϲτι τῷ δῆλον. δίφθογγοϲ, ἐπειδὴ οἱ Ἵωνεϲ τὴν ει δίφθογγον εἰϲ δύο εε διαλύουϲιν ὡϲ ἐν τῷ εἴργω ἐέργω, ἀλλὰ διὰ τοῦτο οἱ Ἴωνεϲ ἐν τῷ πρώτῳ προϲώπῳ τὴν ει δίφθογγον εἰϲ εα διαλύουϲιν οἷον ᾔδειν ἤδεα, ἐπειδὴ τὸ ε οὐκ ἔϲτι χαρακτηριϲτικὸν τοῦ πρώτου προϲώπου τῶν ἑνικῶν, τὸ δὲ α ναὶ οἶον τέτυφα, ἔτυψα· τούτου χάριν ἐν τῷ πρώτῳ προϲώπῳ τὴν ει δίφθογγον εἰϲ τὴν ἑ καὶ α διαλύουϲιν· ἐν δὲ τῷ τρίτῳ εἰϲ δύο εε, ἐπειδὴ τὸ ἔ χαρακτηριϲτικὸν εὑρίϲκεται καὶ δευτέρου καὶ τρίτου προϲώπου τῶν ἑνικῶν οἶον ἔτυπτεϲ ἔτυπτε, ἔλεγεϲ ἔλεγε.