Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.470d
Not analysed yet
470d. Il. Pr. Δ 228. Πειραΐδαο: ἐν τέϲϲαρϲι ϲυλλαβαῖϲ προφέρεται (?Ἡρωδιανόϲ) τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τριϲυλλάβωϲ, λέγων ὡϲ ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλουϲ διεϲταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντοϲ οἷον Πανθοίδηϲ, Βοηθοίδηϲ, Πηλείδηϲ· οὐδ’ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετραϲυλλάβωϲ ἀναγινώϲκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡϲ ὅτι ἐντελέϲ ἐϲτι τὸ κατὰ διάλυϲιν τοῦ ι, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ ϲύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλουϲ· παρὰ τὸ Πείραιοϲ οὖν Πειραΐδηϲ ἐγένετο.