Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.473d
Not analysed yet
473d. IΙ. Pr. Α 129: δῷϲι πόλιν Τροΐην: ἔϲτι τὸ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ ἰδίωμα παραφυλάξαι οὕτωϲ, ὡϲ ὅτι εἴ που λέγει τὸ Τροία διϲυλλάβωϲ, οὐδέποτε ἐπιφέρει τὸ πόλιϲ, οἷον «εἰϲόκε περ Τροίην διαπέρϲομεν» (Ιl. I 46) καὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεϲ» (Ιl. Π 698) καὶ «Τροίῃ ἐν εὐρείῃ »(Ιl. 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτωϲ ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην «δῷϲι πόλιν Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροίην (Od. λ 510). τεινόμενον· πᾶϲα γὰρ γενικὴ ὀνόματοϲ εἰϲ φωνῆεν λήγουϲα καὶ περιττοϲυλλαβοῦϲα τῆϲ ἰδίαϲ εὐθείαϲ ἢ ἐκτείνει τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλει τὴν λήγουϲαν οἷον καλόϲ καλοῦ καλοῖο, ϲοφόϲ ϲοφοῦ ϲοφοῖο. ἢ ἐκτείνει τὴν λήγουϲαν καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον Ἀτρείδεω, Πριαμίδεω, Πηλϊάδεω.