Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.474
Not analysed yet
474. Ep. Cr. I 347, 17: οἱ Ἴωνεϲ καὶ οἱ ποιηταὶ τὰϲ εἰϲ ου ληγούϲαϲ γενικὰϲ ἀπὸ τῶν εἰϲ ηϲ εὐθειῶν γινομέναϲ διὰ τοῦ εω προφέρουϲιν οἷον Ξέρξηϲ Ξέρξου Ξέρξεω, Ἀτρείδηϲ Ἀτρείδου Ἀτρείδεω ἐναντίωϲ . τοῖϲ Βοιωτοῖϲ καὶ Αἰολεῦϲιν· ἐκεῖνοι γὰρ διὰ τοῦ αο ποιοῦϲι· τὸ α ἐκ πῶϋ»· ὁ μέντοι Πτολεμαῖοϲ οὐχ ὑγιὲϲ αἴτιον ἐπιφέρει τῆϲ διϲυλλάβου ἀναγνώϲεωϲ· φηϲὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοϲύλλαβόϲ ἐϲτιν οἶϲ ὡϲ αἴξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητήϲ μονοϲυλλάβωϲ εἶπε τὴν εὐθείαν, διϲυλλάβωϲ δὲ «τοῖϲι δ’ ὄϊϲ λάϲιοϲ» (l. 125) καὶ «μῆλ’ ὄϊέϲ τε καὶ αἶγεϲ» (Od. ι 184) καὶ «Τειρεϲίῃ δ’ ἀπάνευθεν ὄν »(Od. κ524) ἕνεκα δὲ μέτρου «οἰὸϲ ἀωτῷ» (Od. α 443) καὶ «οἰῶν τε βληχήν (Od. μ 226). ὥϲτε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξαϲθαι τὴν τοῦ Ἀριϲτονίκου ἀναγνωϲιν. καὶ γὰρ ἄλλωϲ τὸ ὄϊϲ ἀναλογώτερον ἔϲται διϲύλλαβον ὂν τοῦ μονοϲυλλάβου· πολλὰ γὰρ τὰ εἰϲ ιϲ λήγοντα ἐπ’ εὐθείαϲ, οὐδὲν δὲ εἰϲ οιϲ, ὅτι μὴ μόνον τὸ οἶϲ καὶ ταρὰ Ἀττικοῖϲ τὸ φθοῖϲ.