Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.479
Not analysed yet
479. Choer. 529, 22: ἔϲτιν ἐβόαον καὶ κατὰ κρᾶϲιν τοῦ α καὶ ο εἰϲ τὸ ω γίνεται ἐβόων ὥϲπερ ἐλούϲαο ἐλούϲω, τούτου τὸ δεύτερεν πρόϲωπόν ἐϲτιν ἐβόαεϲ καὶ κατὰ κρᾶϲιν τοῦ α καὶ ἑ εἰϲ α μακρὸν γίνεται ἐβόαϲ ὡϲ τὰ ἐμά τἀμά. 530, 11. πάλιν ἐϲτὶν ἔζαον καὶ κατὰ κρᾶϲιν τοῦ α καὶ ο εἰϲ ω γίνεται ἔζων, εἶτα τὸ δεύτερον πρόϲωπόν ἐϲτιν ἔζαεϲ καὶ κατὰ κρᾶϲιν Δωρικὴν τοῦ α καὶ ε εἰϲ η γίνεται ἔζηϲ. τὸ γὰρ α καὶ ἕ εἰϲ η κιρνῶϲιν οἱ Δωριεῖϲ οἶον τὰ ἐμά τἠμά. οὕτω καὶ τὸν ἐνεϲτῶτα λέγομεν, ὅτι Δωρικὴν κρᾶϲιν πεπονθὼϲ γίνεται ζῇϲ διὰ τοῦ η καὶ ι ὥϲπερ πεῖνῇϲ διψῇϲ.