Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.479c
Not analysed yet
479c. Ep. Cr. I 5, 10, E. M. 172, 34. αὔτωϲ τὶν ἐπίρριωα μεϲότητοϲ καὶ ψιλοῦται πρὸϲ ἀντιδιαϲτολὴν ἑτέρου ϲημαινομένου τοῦ οὕτωϲ· ὁμοίωϲ δέ, εἰ τὸ μάτην ϲημαίνει, ψιλοῦται, τὸ γὰρ ϲτερητικὸν α ψιλοῦται. ἔϲτιν οὖν ἐτόϲ καὶ ϲημαίνει τὸ ἀληθέϲ. τὸ γὰρ ἀληθὲϲ ὑπάρχει, τὸ δὲ ψεῦδοϲ οὐκ ὑπάρχει. καὶ μετὰ τοῦ ϲτερητικοῦ α ἄετοϲ καὶ ἀνεβίβαϲε τὸν τόνον, τὰ γὰρ εἰϲ τοϲ διϲύλλαβα ἀναβιβάζουϲι τὸν τόνον ἐν τῇ ϲυνθέϲει καὶ κλίνεται ἀετοῦ, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι ἀετῶν καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεϲότητοϲ ἀέτωϲ καὶ κράϲει τοῦ αε εἰϲ τὴν αυ δίφθογγον αὔτωϲ ὡϲ ἀέρα αὔρα καὶ γρᾶεϲ γραῦϲ καὶ νᾶεϲ ναῦϲ. την» (Μ 266), ἐϲυλᾶτον ἐϲυλάτην «τεύχεα ϲυλήτην» (N 202). καὶ οἱ Ἀττικοὶ διὰ τοῦ α χρῶνται «φοιτάτην ποτ’ εἰϲ διδαϲκάλου» καὶ πάλιν κτῶ δ’ οὐκ ἐβοάτην» ἔϲπων ἔϲπαϲ «ἐϲπάτην γνάθον εὔχρηϲτον». φαμὲν οὖν, ὅτι μικτῇ γίνεται διαλέκτῳ. Δωριεῖϲ γὰρ τὸ ἐφοίτα ἐφοίτη λέγουϲι καὶ τὸ ἐϲύλα ἐϲύλη καὶ τὸ ηὔδα ηὔδη· ὁ γοῦν Ϲτηϲίχορόϲ φηϲι «ποταύδη», ὃ λέγει ὁ ποιητὴϲ «προϲηύδα. τὸ μὲν οὖν ὅλον Δώριον φοιτήταν, γέγονε δὲ φοιτήτην μικτόν· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τεύχεα ϲυλήτην» (N 202) καὶ «προϲαυδήτην ».