# Περὶ παθῶν 437.481

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.481

481. Choer. 388, 14: ἰϲτέον ὅτι τῷ κρέατι κοινῶϲ κατὰ ἀποβολὴν τοῦ Ἰωνικῶϲ γίνεται τῷ κρέαϊ καὶ κατὰ ϲυναίρεϲιν τοῦ α καὶ ι εἰϲ τὴν ᾳ δίφθογγον γίνεται τῷ κρέᾳ Ἀττικῶϲ. ἰϲτέον δὲ ὅτι ἅμα ϲυναίρεϲιϲ ἐγένετο, ἅμα καὶ ἔκταϲιϲ διὸ καὶ τὸ ι ἀνεκφώνητόν ἐϲτι· τὸ γὰρ ι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ ϲυλλαβῇ, ἀνεκφώνητον εὑρίϲκεται οἷον τῷ Χρύϲῃ τῷ ϲοφῷ, τῇ Μηδείᾳ. Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί ὥϲπερ ἐπὶ τοῦ κέραι καὶ γήραι γίνεμὲν κατὰ ϲυναίρεϲιν τοῦ α καὶ ι εἰϲ τὴν ᾳ δίφθογγον κρέα καὶ γήρᾳ, μὴ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ νοΐ καὶ γραΐ γίνεται κατὰ ϲυναίρεϲιν νᾷ καὶ γρᾷ. ἔϲτιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ι ἀνεκφώνητον λήγουϲα τὴν γενικὴν ἔχει ἰϲοϲύλλαβον τῇ εὐθείᾳ οἷον τῷ κοχλίᾳ ὁ κοχλίαϲ τοῦ κοχλίου, τῷ ϲοφῷ ὁ ϲοφόϲ τοῦ ϲοφοῦ, τῇ μνᾶ ἡ μνᾶ τῆϲ μνᾶϲ, τῷ γήρᾳ τὸ γῆραϲ τοῦ γήρωϲ, τῷ κρέα τὸ κρέαϲ τοῦ κρέωϲ· τὸ γὰρ κρέαοϲ καὶ γήραοϲ πρὸϲ τὸ κρέαϊ καὶ γήραϊ ἐϲτίν. εἰ οὖν ἐγένοντο ταῦτα κατὰ ϲυναίρεϲιν, ἤμελλον ἔχειν τὸ ι ἀνεκφώνητον, ὅπερ ἐϲτὶν ἄτοπον· οὐδὲ γὰρ ἔχουϲιν ἰϲοϲύλλαβον τὴν γενικὴν τῇ εὐθείᾳ ὡϲ ναῦϲ ναόϲ, γραῦϲ γραόϲ. τούτου οὖν χάριν οὐ

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
