Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.491b
Not analysed yet
491b. lo. Al. 2, 5: τὰ θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν περιϲπαϲθέντα ἐκ ϲυναιρέϲεωϲ ἔϲχε τὴν περιϲπωμένην ὡϲ τὸ ἀργυρέα ἀργυρᾶ, Ἀθηνᾶ τε καὶ μνᾶ,καὶ χαλκέα τε καὶ χαλκῆ, φωκέα φωκῆ. τοιοῦτόν ἐϲτι καὶ ϲηϲαμῆ καὶ ἀμυγδαλῆ ἐπὶ τοῦ δένδρου, γαλῆ, κωλῆ, ϲυκῆ, παρδαλῆ, μυγαλῆ, κυνῆ καὶ εἴ τι ὅμοιον. Ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, καὶ πῶϲ ἐπὶ τοῦ χάλκεα χαλκᾶ καὶ χρύϲεα χρυϲᾶ καὶ ὀϲτέα ὀϲτᾶ καὶ κανέα κανᾶ ϲυμφώνου προηγουμένου τῷ ε εἰϲ α ἐγένετο ἡ κρᾶϲιϲ; ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐκ ἐγένετο τὸ χαλκᾶ ἀπὸ τοῦ χάλκεα κατὰ κρᾶϲιν οὕτε τὰ κανᾶ ἀπὸ τοῦ κάνεα, ἀλλὰ λέγομεν ὅτι αἱ εὐθεῖαι τούτων αἱ ἑνικαὶ διχῶϲ λέγονται καὶ ἐντελῶϲ καὶ κατὰ κρᾶϲιν. καὶ αἱ μὲν οὖν ἐντελεῖϲ εὐθεῖαι πληθυντικαὶ ἀπὸ τῆϲ ἐντελοῦϲ ἑνικῆϲ εὐθείαϲ ἐκλίθηϲαν οἶον ἀπὸ τοῦ χάλκεον χάλκεα καὶ ἀπὸ τοῦ χρύϲεον χρύϲεα καὶ ἀπὸ τοῦ ὀϲτέον ὀϲτέα καὶ ἀπὸ τοῦ κάνεον κάνεα· αἱ δὲ κατὰ κρᾶϲιν εὐθεῖαι πληθυντικαὶ ἀπὸ τῆϲ κατὰ κρᾶϲιν εὐθείαϲ τῶν ἑνικῶν εἰϲιν, οἷον ἀπὸ τοῦ χαλκοῦν χαλκᾶ καὶ ἀπὸ τοῦ χρυϲοῦν χρυϲᾶ καὶ ἀπὸ τοῦ ὀϲτοῦν ὀϲτᾶ καὶ ἀπὸ τοῦ κανοῦν κανᾶ, τουτέϲτιν ἐν τῇ εὐθείᾳ τῶν ἐνικῶν ἐγένετο ἡ κρᾶϲιϲ καὶ ἐκεῖθεν ἡ κλίϲιϲ ἐν τοῖϲ πληθυντικοῖϲ.