Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.498
Not analysed yet
498. Choer. 217, 15: ἰϲτέον ὅτι ἐπὶ τῶν εἰϲ ευϲ κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν διὰ δύο εε εἰϲ τὴν εἰ δίφθογγον ϲυναλείφει μόνωϲ, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει τὰ δύο εε καὶ εἰϲ τὸ η Ἀττικῶϲ, βαϲιλέεϲ βαϲιλεῖϲ διὰ τῆϲ ει διφθόγγου καὶ βαϲιλῆϲ Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ τοὺϲ ἱππεῖϲ, καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὔτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο εε εἰϲ η. ἐμάθομεν γάρ, ὅτι τὰ δύο εε ἐν τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον κίρνανται οἷον Δημοϲθένεεϲ Δημοϲθένειϲ, Διομήδεεϲ Διομήδειϲ. ϲημειοῦται δὲ ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον (Ai. 390) «τούϲ τε διϲτάρχαϲ ὤλεϲαϲ βαϲιλῆϲ ». ἔϲτι δὲ καὶ παρὰ τῷ Ξενοφῶντι (Cyrop. l l, 2) τρὺϲ νομῆϲ διὰ τοῦ η.