Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.499a
Not analysed yet
499a. II. Pr. Θ 240. ὁ Ἀϲκαλωνίτηϲ λέγει τὸ δῆμοϲ τὸ ἐπὶ τοῦ πλήθουϲ παρὰ τὸ δέμαϲ γεγενῆϲθαι οἱονεὶ ϲῶμά τι τυγχάνον ἢ παρὰ τὸν δαϲμόν. δύναιτο δ’ ἄν τιϲ καὶ ἄλλωϲ ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμοϲ καὶ ἐν ϲυναλοιφῇ δῆμοϲ, τὸ ϲυνδεδεμένον πλῆθοϲ. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆϲ διαλύϲεωϲ. τρεερόϲ κατὰ ϲυναλοιφὴν τρηρόϲ καὶ παρώνυμον τρήρων ὡϲ ἁβρόϲ Ἄβρων.