# Περὶ παθῶν 437.503.1

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.503.1

503. Choer. 562, 4 : ἔϲτιν εἰδῶ τούτου ὁ μέϲοϲ παρακείμενοϲ εἴδα καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ ε εἰϲ ο οἶδα, ὁ ὑπερϲυντέλικοϲ εἴδειν. τούτου τοῦ ἔδειν τὸ ε ἐν τῇ ἀρχῇ Ἀττικῶϲ ἐξετάθη εἰϲ τὸ η ὡϲ ἐν τῷ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, εἰκάζω ᾔκαζον καὶ ἔμεινε τὸ ι προϲγεγραμμένον τῷ η καὶ ἐγένετο δεῖν, τούτου τὸ δεύτερον ἤῇδειϲ, τὸ τρίτον ᾔδει. ταῦτα Ἰωνικῶϲ διαλύεται ῇδεα καὶ ῇδεε καὶ Ἀττικῶϲ κιρνῶνται καὶ ἀποτελεῖται τὸ ᾔδη ἐγώ ὥϲπερ Εὐριπίδηϲ ἐν Ἱππολύτῳ (405) τὸ δὲ ἔργον ᾔδη τὴν νόϲον τε δυϲκλεᾶ» καὶ ἤδη ἐκεῖνοϲ οἶον ὡϲ παρὰ τῷ ποιητῇ « ὃϲ ᾔδη τά τ’ ἐόντα τά τ’ ἐϲϲόμενα πρό τ’ ἐόντα» (Α 70). ἀλλ’ ἡ τοιαύτη κρᾶϲιϲ ἡ διὰ τοῦ η κατὰ τὸ πρῶτον πρόϲωπον τῆϲ νέαϲ Ἀτθίδοϲ ἐϲτὶν ἰδίωμα οἷον «ἐπεποιήκη ἐκεῖνοϲ ». ἐπειδὴ δὲ εὑρίϲκομεν παρὰ τῷ ποιητῇ χρήϲειϲ τοῦ τρίτου προϲώπου, λέγω δὴ ἤδη ἐκεῖνοϲ οἷον «ὃϲ ᾔδη τά τ’ ἐόντα τά τ’ ἐϲϲόμενα πρό τ’ ἐόντα» καὶ πάλιν «νήπιοϲ οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺϲ μήδετο ἔργα» (B 38), ὄντοϲ δὲ τοῦ ποιητοῦ τῆϲ παλαιᾶϲ Ἀτθίδοϲ, λέγομεν, ὅτι Ἀριϲτάρχειόν ἐϲτι τὸ ἁμάρτημα· ὁ γὰρ Ἀρίϲταρχοϲ εἰδὼϲ τοῦτο τὸ ἰδίωμα τῆϲ νέαϲ Ἀτθίδοϲ ὑπάρχον οὐκ ὤφειλεν ἐᾶϲαι αὐτὸ παρὰ τῷ ποιητῇ ὄντι τῆϲ παλαιᾶϲ Ἀτθίδοϲ. Choer. 600, 35: οἱ Ἴωνεϲ τὴν ει δίφθογγον τὴν οὖϲαν ἐν τῷ ὑπερϲυντελίκῳ διαλύουϲιν ἐν τῷ πρώτῳ προϲώπῳ εἰϲ α οἷον ἐτετύφειν ἐτετύφεα, ἐπεποιήκειν ἐπεποιήκεα τοῦ ν ἀποβληθέντοϲ. οἱ δὲ Ἀθηναῖοι τὸ διαλυθὲν ἐκ τῶν Ἰώνων ϲυναιροῦϲ καὶ ποιοῦϲιν εἰϲ η ἐπεποιήκη λέγοντεϲ, ὅθεν καὶ τὸ «ἐκεχήνη ἐγώ» παρ’ Ἀριϲτοφάνει ἐν Ἀχαρνεῦϲιν (10) «ὅτε δὴ ἐκεχήνη προϲδοκῶν τὸν Αἰϲχύλον » ὥϲπερ τείχεα τείχη. καὶ πάλιν τὸ ᾔδειν οἱ Ἵωνεϲ λέγουϲιν ᾔδεα κατὰ διάλυϲιν ὡϲ παρὰ Καλλιμάχῳ «ᾔδεα μᾶλλον ἔγωγε» ἀντὶ τοῦ ᾔδειν· καὶ λοιπὸν οἱ Ἀθηναῖοι κατὰ κρᾶϲιν τοῦ ἕ καὶ α εἰϲ η ᾔδη· ὁμοίωϲ δὲ καὶ. τὸ «ἦν ἐγώ » ἀντὶ τοῦ ὑπῆρχον διαλύουϲιν οἱ Ἴωνεϲ εἰϲ ἔ καὶ α καὶ. λέγουϲιν ἔα ὡϲ παρ’ Ὁμήρῳ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι» (Ε 887) καὶ λοιπὸν οἱ Ἀθηναῖοι ϲυναιροῦϲι τὸ ἕ καὶ α εἰϲ η καὶ λέγουϲι χωρὶϲ τοῦ ν ἦ ἀντὶ τοῦ ὑπῆρχον ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ὄρνιϲιν (97) «ἦ γὰρ ἐγὼ ὦ ξένοι ἄνθρωποϲ » καὶ παρὰ Πλάτωνι ἡ χρῆϲιϲ εὕρηται. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο, εἰ εὐλόγωϲ ἐν τῷ πρώτῳ προϲώπῳ οἱ Ἀττικοὶ εἰϲ η ποιοῦϲι τὴν ϲυναίρεϲιν, ἐπειδὴ ἡ ἐντέλεια τὸ ἕ καὶ α ἔχει οἷον ἐκεχήνεα ἐκεχήνη, τὸ δὲ ε καὶ α εἰϲ η κιρνᾶται οἷον τείχεα τείχη, ἐν τῷ τρίτῳ προϲώπῳ τῆϲ ἐντελείαϲ διὰ τῶν δύο εε οὕϲηϲ, διατί εἰϲ η ἐποίηϲαν τὴν ϲυναίρεϲιν οἷον ἐκεχήνεε ἐκεχήνη ἐκεῖνοϲ καὶ μὴ εἰϲ τὴν ει δίφθογγον ὡϲ ἐπὶ τοῦ Πηλέεϲ Πηλεῖϲ; ἔϲτιν οὖν εἰπεῖν, ὅτι καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριϲτικῶν τὰ δεύτερα καὶ τρίτα πρόϲωπα τῶν ἑνικῶν τὰ ἴϲα φωνήεντα θέλουϲιν ἔχειν τῷ ἰδίῳ πρώτῳ κατὰ τὴν λήγουϲαν, ἡνίκα ἰϲοϲυλλαβοῦϲιν αὐτῷ οἷον ἔτυπτον ἔτυπτεϲἔτυπτε, τέτυφα τέτυφαϲ τέτυφε, ἐποίουν ἐποίειϲ ἐποίει, ἐβόων ἐβόαϲ ἐβόα, ἐχρύϲουν ἐχρύϲουϲ ἐχρύϲου· εἰ οὖν τὸ πρῶτον τὸ «ἐκεχήνη ἐγώ » δι’ ἑνὸϲ φωνήεντοϲ ἐκφέρεται κατὰ τὴν λήγουϲαν, πῶϲ δύναται τὸ τρίτον τὸ ἐκεχήνη ἐκεῖνοϲ διὰ δύο φωνηέντων ἐκφέρεϲθαι κατὰ τὴν λήγουϲαν; ἀναγκαίωϲ οὖν καὶ ἐπὶ αὐτοῦ ἐποίηϲαν εἰϲ η τὴν ϲυναίρεϲιν.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
