# Περὶ παθῶν 437.504

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.504

504. Choer. 175, 6: ἀποροῦϲί τινεϲ, λέγοντεϲ, τί δήποτε τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα, δηλονότι κύρια, δύο ἔχουϲιν εὐθείαϲ, μίαν ἐντελῆ καὶ μίαν ϲυνῃρημένην οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, τῶν ἄλλων τῶν ἀπὸ οὐδετέρων ϲυνθέτων μίαν καὶ μόνην εὐθεῖαν ἐχόντων, ϲθένοϲ Δημοϲθένηϲ, γένοϲ Διογένηϲ, φάοϲ παμφαήϲ; καὶ ἐπιλύονται λέγοντεϲ, ὅτι ἐν τούτοιϲ, φημὶ δὴ τοῖϲ παρὰ τὸ κλέοϲ ϲυνθέτοιϲ, δηλονότι κυρίοιϲ, καθαριεύουϲι τὰ φωνήεντα καὶ εἰκότωϲ ἔϲχον ϲυνῃρημένην εὐθεῖαν. τὰ γὰρ ἄλλα ὡϲ ἔχοντα ϲύμφωνον πρὸ τοῦ φωνήεντοϲ, οἷον ἀϲθενήϲ εὐγενήϲ, εἰκότωϲ ϲυναίρεϲιν παθεῖν οὐκ ἠδύναντο. εἰ δέ τιϲ ἀπορήϲει, πῶϲ οὖν τὸ παμφαήϲ καὶ χρυϲοφαήϲ καθαρεύοντα οὐκ ἔχουϲι ϲυνῃρημένην εὐθεῖαν. λέγομεν ὡϲ μὴ ὄντα κύρια οὐ ϲυνῃρέθηϲαν, ἀμέλει καὶ ἐν τοῖϲ παρὰ τὸ κλέοϲ ϲυνθέτοιϲ τὰ κύρια μόνα ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Νικοκλέηϲ Νικοκλῆϲ, ἐπεὶ τὰ ἐπίθετα οὐ ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν οἷον εὐκλεήϲ δυϲκλεήϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
