Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.504a
Not analysed yet
504a. IΙ. Pr. (Ϲ 100: τὸ δῆϲεν διϲύλλαβον ἐκδεκτέον ποιητικόν. αγόμενα μιᾷ ϲυλλαβῇ πλεονάζει τῆϲ τοῦ πρωτοτύπου γενικῆϲ, Ϲτάγειροϲ Ϲταγείρου Ϲταγειρίτηϲ, Ἄβδηροϲ Ἀβδήρου Ἀβδηρίτηϲ, Πεντάϲχοινοϲ Πενταϲχοίνου Πενταϲχοινίτηϲ, Δίολκοϲ Διόλκου Διολκίτηϲ· οὕτωϲ Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ἑ καὶ τοῦ ι Ὠρείτηϲ. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζηλείτηϲ καὶ Ϲαμαρείτηϲ· ταῦτα γὰρ ἀπὸ τῶν εἰϲ α καθαρὸν ληγόντων παρῆκται.