# Περὶ παθῶν 437.506

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.506

506. Choer. 15, 24: τὸ ε καὶ ο τριχῶϲ ϲυναιροῦνται· καὶ γὰρ εἰϲ τὴν ου δίφθογγον, καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον Δημοϲθένεοϲ Δεμοϲθένουϲ, εὐϲεβέοϲ εὐϲεβοῦϲ· παρὰ δὲ τοῖϲ Δωριεῦϲι καὶ τοῖϲ Ἴωϲιν εἰϲ τὴν ευ δίφθογγον οἷον Ἰδομενέοϲ Ἰδομενεῦϲ (N 424) «Ἰδομενεῦϲ δ’ οὐ λῆγε μένοϲ μέγα» ἀντὶ τοῦ Ἰδομενέωϲ οὐκ ἔληγεν ἡ δύναμιϲ. καὶ πάλιν Ὀδυϲϲέοϲ Ὀδυϲϲεῦϲ (ω 397) « Ὀδυϲϲεῦϲ δὲ λαβὼν κύϲε χεῖρ’ ἐπὶ καρπῷ» ἀντὶ τοῦ Ὀδυϲϲέωϲ τὴν χεῖρα ἐφίληϲε. καὶ. πάλιν Ἐρέβεοϲ Ἐρέβευϲ » (Θ 868) «ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο». ϲπανίωϲ δὲ παρὰ τοῖϲ Ἀθηναίοιϲ εὑρίϲκεται τὸ ε καὶ τὸ ο εἰϲ τὴν ει δίφθογγον ϲυναιρούμενα οἷον πλέον πλεῖν, δέον δεῖν, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (91) Εὐριπίδου πλεῖν ἢ ϲταδίῳ λαλίϲτερα ». καὶ πάλιν δέον δεῖν « δεῖν τόδε γενέϲθαι» ἀντὶ τοῦ δέον τόδε γενέϲθαι. Chor. 321, 33: ἰϲτέον δὲ ὅτι παρ’ Ὁμήρῳ οὐδέποτε εὑρίϲκεται ἡ γενικὴ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ουϲ καταλήγουϲα, ἀλλ’ ἢ εἰϲ ευϲ οἷον Ἐρέβευϲ, θάρϲευϲ «τοίου μιν θάρϲευϲ πλῆϲε φρέναϲ ἀμφιμελαίναϲ (P 573) ἢ ἐντελῶϲ ἤγουν διὰ τοῦ εο ϲ οἷον βέλεοϲ « βέλεοϲ δέ ϲε τείρει ἀκωκή. (Ν 251), ϲτήθεοϲ ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ ϲτήθεοϲ ἵει» (Γ 221), τείχεοϲ λεξάϲθων παρὰ τάφρον ὀρυκτὴν τείχεοϲ ἐκτόϲ (Ι 67), ἄχεοϲ « τὸν δ’ ἄχεοϲ νεφέλη ἐκάλυψε μέλαινα» (P 591). δύο δὲ μόναϲ γενικὰϲ ἐποίηϲε εἰϲ ουϲ ἐπὶ τῶν εἰϲ οϲ δηλονότι οὐδετέρων « χλωροὶ ὑπὸ δείουϲ » ( 4), ἀντὶ τοῦ ὑπὸ τοῦ δέουϲ καὶ [ἥ ρα κατὰ ϲπείουϲ κέχυται» (ι 330), ἀντὶ τοῦ κατὰ τοῦ ϲπέουϲ. τοῦτο δὲ οὐκ ἐποίηϲε διὰ τὸ μέτρον (καὶ εἰ εἰϲ ευϲ γὰρ ἐποίηϲε ταύταϲ τὰϲ γενικάϲ, ἡ αὐτὴ μακρὰ εὑρίϲκετο), ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ ε· ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ· καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἐπαλληλία ἤμελλεν εἶναι τοῦ ε καὶ τούτου χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἅτινα ἐν πλεοναϲμῷ τοῦ ι γίνονται δείουϲ καὶ ϲπείουϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
