# Περὶ παθῶν 437.513

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.513

513. Choer. 670, 27 : ποιοῦμαι ποιεῖται καὶ κατ’ ἀποβολὴν τοῦ τ γίνεται ποιεῖαι καὶ κατ’ ἀποβολὴν τοῦ ι γίνεται ποιέαι καὶ κράϲει τοῦ εαι εἰϲ η ποιῇ περιϲπωμένωϲ· τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐδέποτέ τοῦ ι μέϲου ὄντοϲ ϲυναίρεϲιϲ γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν «τῶ ἐμῷ» πρῶτον ἀποβάλλεται τὸ ι τοῦ τῷ ἄρθρου καὶ οὕτω γίνεται ἡ κρᾶϲιϲ· καὶ γὰρ τὠμῷ ἐϲτίν. ἔϲτι δὲ καὶ ἐκ τοῦ ἐντελοῦϲ τοῦ τρίτου προϲώπου κινῆϲαι, φημὶ δὲ τὸ ποιῇ· ἔϲτι γὰρ τὸ ἐντελὲϲ τρίτου προϲώπου ποιέεται καὶ κατὰ ἀποβολὴν τοῦ τ γίνεται ποιέεαι καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ τὴν ῃ γίνεται ποιέῃ ὡϲ τύπτεαι τύπτῃ καὶ κατὰ κρᾶϲιν τοῦ ἑ καὶ τῆϲ ῃ διφθόγγου τῆϲ διὰ τοῦ η καὶ ι εἰϲ τὴν ῃ δίφθογγον ποιῇ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
