# Περὶ παθῶν 437.532

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.532

532. Choer. 237, 26. ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὸ βοῦϲ βοόϲ οὐ κιρνᾶται κατὰ τὴν γενικήν. ἔϲτιν οὖν εἰπεῖν, ὅτι, εἰ ἐκίρνατο τὸ βοῦϲ βοόϲ κατὰ γενικήν, εἰϲ ουϲ ἤμελλεν εἶναι οἷον πλόοϲ πλοῦϲ, νόοϲ νοῦϲ, ῥόοϲ ῥοῦϲ· τὰ γὰρ δύο oo εἰϲ τὴν ου δίφθογγον κιρνῶνται· καὶ λοιπὸν πρῶτον μὲν ἤμελλεν ϲυνεμπίπτειν ἡ εὐθεῖα τῇ γενικῇ, δεύτερον δὲ πᾶϲα γενικὴ ἀρϲενικὴ εἰϲ ουϲ λήγουϲα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰϲ η καταλήγουϲαν οἷον τοῦ Δημοϲθένουϲ τὸν Δημοϲθένη, τοῦ εὐϲεβοῦϲ τὸν εὐϲεβῆ, τοῦ εὐγενοῦϲ τὸν εὐγενῆ. ἀλλὰ μὴν ἡ αἰτιατικὴ οὐ καταλήγει εἰϲ η, τὸν βόα καὶ τὸν βοῦν· δηλονότι τῆϲ αἰτιατικῆϲ μὴ καταληγούϲηϲ εἰϲ η οὐδὲ ἡ γενικὴ δύναται εἷναι εἰϲ ουϲ. διὰ τοῦτο οὖν οὐ ϲυναιρεῖται.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
