# Περὶ παθῶν 437.537

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.537

537. Choer. 499, 7: ἐϲτι χρυϲόω καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ω εἰϲ ω γίνεται χρυϲῶ· τούτου τὸ δεύτερον πρόϲωπον χρυϲόειϲ καὶ ὤφειλε κατὰ κρᾶϲιν τοῦ ο καὶ ἕ εἰϲ τὴν ου δίφθογγον γίνεϲθαι χρυϲοῦϲ, τὸ γὰρ ο καὶ ἕ εἰϲ τὴν ου δίφθογγον κιρνᾶται οἷον τὸ ἐμόν τοὐμόν, ἀλλ’ ἐπειδὴ ἤμελλε τρία φωνήεντα εἶναι ἐν μιᾷ ϲυλλαβῇ, φημὶ δὲ τὸ ο καὶ υ καὶ ι, οὐδέποτε δὲ ἐν μιᾷ ϲυλλαβῇ τρία φωνήεντα εὑρίϲκονται, ἀνάγκην ἔχει ἕν ἐκ τούτων τῶν τριῶν φωνηέντων ἀποβληθῆναι. καὶ τὸ μὲν ι οὐ δύναται ἀποβληθῆναι, ἐπεὶ τὰ εἰϲ ω λήγοντα ῥήματα θέλουϲιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προϲώπῳ δίφθογγον τὴν μετὰ τοῦ ι οἷον τύπτω τύπτειϲ τύπτει, βοῶ βοάϲ βο τὸ δὲ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ ἤμελλεν εἶναι μετὰ τὴν υι δίφθογγον ἐπιφερόμενον ϲύμφωνον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. — μὴ δυνάμενον οὖν μήτε τὸ ι ἀποβάλλειν διὰ τὸ ἔχειν τὸ πρῶτον πρόϲωπον εἰϲ ω καταλῆγον, μήτε τὸ ο διὰ τὸ μηδέποτε μετὰ τὴν υι δίφθογγον εὑρίϲκεϲθαι ϲύμφωνον ἐπιφερόμενον, ἐξ ἀνάγκηϲ ἀπέβαλε τὸ ε τοῦ χρυϲόειϲ ἐντελοῦϲ καὶ ἔμεινεν ἡ οι δίφθογγοϲ καὶ ἐγένετο χρυϲοῖϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
